HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

1:1 και ο βασιλευς δαυιδ πρεσβυτερος προβεβηκως ημεραις και περιεβαλλον αυτον ιματιοις και ουκ εθερμαινετο

1:2 και ειπον οι παιδες αυτου ζητησατωσαν τω κυριω ημων τω βασιλει παρθενον νεανιδα και παραστησεται τω βασιλει και εσται αυτον θαλπουσα και κοιμηθησεται μετ' αυτου και θερμανθησεται ο κυριος ημων ο βασιλευς

1:3 και εζητησαν νεανιδα καλην εκ παντος οριου ισραηλ και ευρον την αβισακ την σωμανιτιν και ηνεγκαν αυτην προς τον βασιλεα

1:4 και η νεανις καλη εως σφοδρα και ην θαλπουσα τον βασιλεα και ελειτουργει αυτω και ο βασιλευς ουκ εγνω αυτην

1:5 και αδωνιας υιος αγγιθ επηρετο λεγων εγω βασιλευσω και εποιησεν εαυτω αρματα και ιππεις και πεντηκοντα ανδρας παρατρεχειν εμπροσθεν αυτου

1:6 και ουκ απεκωλυσεν αυτον ο πατηρ αυτου ουδεποτε λεγων δια τι συ εποιησας και γε αυτος ωραιος τη οψει σφοδρα και αυτον ετεκεν οπισω αβεσσαλωμ

1:7 και εγενοντο οι λογοι αυτου μετα ιωαβ του υιου σαρουιας και μετα αβιαθαρ του ιερεως και εβοηθουν οπισω αδωνιου

1:8 και σαδωκ ο ιερευς και βαναιας υιος ιωδαε και ναθαν ο προφητης και σεμει και ρηι και οι δυνατοι του δαυιδ ουκ ησαν οπισω αδωνιου

1:9 και εθυσιασεν αδωνιας προβατα και μοσχους και αρνας μετα λιθου του ζωελεθ ος ην εχομενα της πηγης ρωγηλ και εκαλεσεν παντας τους αδελφους αυτου και παντας τους αδρους ιουδα παιδας του βασιλεως

1:10 και τον ναθαν τον προφητην και βαναιαν και τους δυνατους και τον σαλωμων αδελφον αυτου ουκ εκαλεσεν

1:11 και ειπεν ναθαν προς βηρσαβεε μητερα σαλωμων λεγων ουκ ηκουσας οτι εβασιλευσεν αδωνιας υιος αγγιθ και ο κυριος ημων δαυιδ ουκ εγνω

1:12 και νυν δευρο συμβουλευσω σοι δη συμβουλιαν και εξελου την ψυχην σου και την ψυχην του υιου σου σαλωμων

1:13 δευρο εισελθε προς τον βασιλεα δαυιδ και ερεις προς αυτον λεγουσα ουχι συ κυριε μου βασιλευ ωμοσας τη δουλη σου λεγων οτι σαλωμων ο υιος σου βασιλευσει μετ' εμε και αυτος καθιειται επι του θρονου μου και τι οτι εβασιλευσεν αδωνιας

1:14 και ιδου ετι λαλουσης σου εκει μετα του βασιλεως και εγω εισελευσομαι οπισω σου και πληρωσω τους λογους σου

1:15 και εισηλθεν βηρσαβεε προς τον βασιλεα εις το ταμιειον και ο βασιλευς πρεσβυτης σφοδρα και αβισακ η σωμανιτις ην λειτουργουσα τω βασιλει

1:16 και εκυψεν βηρσαβεε και προσεκυνησεν τω βασιλει και ειπεν ο βασιλευς τι εστιν σοι

1:17 η δε ειπεν κυριε μου βασιλευ συ ωμοσας εν κυριω τω θεω σου τη δουλη σου λεγων οτι σαλωμων ο υιος σου βασιλευσει μετ' εμε και αυτος καθησεται επι του θρονου μου

1:18 και νυν ιδου αδωνιας εβασιλευσεν και συ κυριε μου βασιλευ ουκ εγνως

1:19 και εθυσιασεν μοσχους και αρνας και προβατα εις πληθος και εκαλεσεν παντας τους υιους του βασιλεως και αβιαθαρ τον ιερεα και ιωαβ τον αρχοντα της δυναμεως και τον σαλωμων τον δουλον σου ουκ εκαλεσεν

1:20 και συ κυριε μου βασιλευ οι οφθαλμοι παντος ισραηλ προς σε απαγγειλαι αυτοις τις καθησεται επι του θρονου του κυριου μου του βασιλεως μετ' αυτον

1:21 και εσται ως αν κοιμηθη ο κυριος μου ο βασιλευς μετα των πατερων αυτου και εσομαι εγω και ο υιος μου σαλωμων αμαρτωλοι

1:22 και ιδου ετι αυτης λαλουσης μετα του βασιλεως και ναθαν ο προφητης ηλθεν

1:23 και ανηγγελη τω βασιλει ιδου ναθαν ο προφητης και εισηλθεν κατα προσωπον του βασιλεως και προσεκυνησεν τω βασιλει κατα προσωπον αυτου επι την γην

1:24 και ειπεν ναθαν κυριε μου βασιλευ συ ειπας αδωνιας βασιλευσει οπισω μου και αυτος καθησεται επι του θρονου μου

1:25 οτι κατεβη σημερον και εθυσιασεν μοσχους και αρνας και προβατα εις πληθος και εκαλεσεν παντας τους υιους του βασιλεως και τους αρχοντας της δυναμεως και αβιαθαρ τον ιερεα και ιδου εισιν εσθιοντες και πινοντες ενωπιον αυτου και ειπαν ζητω ο βασιλευς αδωνιας

1:26 και εμε αυτον τον δουλον σου και σαδωκ τον ιερεα και βαναιαν υιον ιωδαε και σαλωμων τον δουλον σου ουκ εκαλεσεν

1:27 ει δια του κυριου μου του βασιλεως γεγονεν το ρημα τουτο και ουκ εγνωρισας τω δουλω σου τις καθησεται επι τον θρονον του κυριου μου του βασιλεως μετ' αυτον

1:28 και απεκριθη δαυιδ και ειπεν καλεσατε μοι την βηρσαβεε και εισηλθεν ενωπιον του βασιλεως και εστη ενωπιον αυτου

1:29 και ωμοσεν ο βασιλευς και ειπεν ζη κυριος ος ελυτρωσατο την ψυχην μου εκ πασης θλιψεως

1:30 οτι καθως ωμοσα σοι εν κυριω τω θεω ισραηλ λεγων οτι σαλωμων ο υιος σου βασιλευσει μετ' εμε και αυτος καθησεται επι του θρονου μου αντ' εμου οτι ουτως ποιησω τη ημερα ταυτη

1:31 και εκυψεν βηρσαβεε επι προσωπον επι την γην και προσεκυνησεν τω βασιλει και ειπεν ζητω ο κυριος μου ο βασιλευς δαυιδ εις τον αιωνα

1:32 και ειπεν ο βασιλευς δαυιδ καλεσατε μοι σαδωκ τον ιερεα και ναθαν τον προφητην και βαναιαν υιον ιωδαε και εισηλθον ενωπιον του βασιλεως

1:33 και ειπεν ο βασιλευς αυτοις λαβετε τους δουλους του κυριου υμων μεθ' υμων και επιβιβασατε τον υιον μου σαλωμων επι την ημιονον την εμην και καταγαγετε αυτον εις τον γιων

1:34 και χρισατω αυτον εκει σαδωκ ο ιερευς και ναθαν ο προφητης εις βασιλεα επι ισραηλ και σαλπισατε κερατινη και ερειτε ζητω ο βασιλευς σαλωμων

1:35 και καθησεται επι του θρονου μου και αυτος βασιλευσει αντ' εμου και εγω ενετειλαμην του ειναι εις ηγουμενον επι ισραηλ και ιουδα

1:36 και απεκριθη βαναιας υιος ιωδαε τω βασιλει και ειπεν γενοιτο ουτως πιστωσαι κυριος ο θεος του κυριου μου του βασιλεως

1:37 καθως ην κυριος μετα του κυριου μου του βασιλεως ουτως ειη μετα σαλωμων και μεγαλυναι τον θρονον αυτου υπερ τον θρονον του κυριου μου του βασιλεως δαυιδ

1:38 και κατεβη σαδωκ ο ιερευς και ναθαν ο προφητης και βαναιας υιος ιωδαε και ο χερεθθι και ο φελεθθι και επεκαθισαν τον σαλωμων επι την ημιονον του βασιλεως δαυιδ και απηγαγον αυτον εις τον γιων

1:39 και ελαβεν σαδωκ ο ιερευς το κερας του ελαιου εκ της σκηνης και εχρισεν τον σαλωμων και εσαλπισεν τη κερατινη και ειπεν πας ο λαος ζητω ο βασιλευς σαλωμων

1:40 και ανεβη πας ο λαος οπισω αυτου και εχορευον εν χοροις και ευφραινομενοι ευφροσυνην μεγαλην και ερραγη η γη εν τη φωνη αυτων

1:41 και ηκουσεν αδωνιας και παντες οι κλητοι αυτου και αυτοι συνετελεσαν φαγειν και ηκουσεν ιωαβ την φωνην της κερατινης και ειπεν τις η φωνη της πολεως ηχουσης

1:42 ετι αυτου λαλουντος και ιδου ιωναθαν υιος αβιαθαρ του ιερεως ηλθεν και ειπεν αδωνιας εισελθε οτι ανηρ δυναμεως ει συ και αγαθα ευαγγελισαι

1:43 και απεκριθη ιωναθαν και ειπεν και μαλα ο κυριος ημων ο βασιλευς δαυιδ εβασιλευσεν τον σαλωμων

1:44 και απεστειλεν ο βασιλευς μετ' αυτου τον σαδωκ τον ιερεα και ναθαν τον προφητην και βαναιαν υιον ιωδαε και τον χερεθθι και τον φελεθθι και επεκαθισαν αυτον επι την ημιονον του βασιλεως

1:45 και εχρισαν αυτον σαδωκ ο ιερευς και ναθαν ο προφητης εις βασιλεα εν τω γιων και ανεβησαν εκειθεν ευφραινομενοι και ηχησεν η πολις αυτη η φωνη ην ηκουσατε

1:46 και εκαθισεν σαλωμων επι θρονον της βασιλειας

1:47 και εισηλθον οι δουλοι του βασιλεως ευλογησαι τον κυριον ημων τον βασιλεα δαυιδ λεγοντες αγαθυναι ο θεος το ονομα σαλωμων του υιου σου υπερ το ονομα σου και μεγαλυναι τον θρονον αυτου υπερ τον θρονον σου και προσεκυνησεν ο βασιλευς επι την κοιτην αυτου

1:48 και γε ουτως ειπεν ο βασιλευς ευλογητος κυριος ο θεος ισραηλ ος εδωκεν σημερον εκ του σπερματος μου καθημενον επι του θρονου μου και οι οφθαλμοι μου βλεπουσιν

1:49 και εξεστησαν και εξανεστησαν παντες οι κλητοι του αδωνιου και απηλθον ανηρ εις την οδον αυτου

1:50 και αδωνιας εφοβηθη απο προσωπου σαλωμων και ανεστη και απηλθεν και επελαβετο των κερατων του θυσιαστηριου

1:51 και ανηγγελη τω σαλωμων λεγοντες ιδου αδωνιας εφοβηθη τον βασιλεα σαλωμων και κατεχει των κερατων του θυσιαστηριου λεγων ομοσατω μοι σημερον ο βασιλευς σαλωμων ει ου θανατωσει τον δουλον αυτου εν ρομφαια

1:52 και ειπεν σαλωμων εαν γενηται εις υιον δυναμεως ει πεσειται των τριχων αυτου επι την γην και εαν κακια ευρεθη εν αυτω θανατωθησεται

1:53 και απεστειλεν ο βασιλευς σαλωμων και κατηνεγκεν αυτον απανωθεν του θυσιαστηριου και εισηλθεν και προσεκυνησεν τω βασιλει σαλωμων και ειπεν αυτω σαλωμων δευρο εις τον οικον σου

 

Created with FREE HTMLCompiler by BibleDatabase