HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

7:1 και απεστειλεν ο βασιλευς σαλωμων και ελαβεν τον χιραμ εκ τυρου

7:2 υιον γυναικος χηρας και ουτος απο της φυλης νεφθαλι και ο πατηρ αυτου ανηρ τυριος τεκτων χαλκου και πεπληρωμενος της τεχνης και συνεσεως και επιγνωσεως του ποιειν παν εργον εν χαλκω και εισηχθη προς τον βασιλεα σαλωμων και εποιησεν παντα τα εργα

7:3 και εχωνευσεν τους δυο στυλους τω αιλαμ του οικου οκτωκαιδεκα πηχεις υψος του στυλου και περιμετρον τεσσαρες και δεκα πηχεις εκυκλου αυτον και το παχος του στυλου τεσσαρων δακτυλων τα κοιλωματα και ουτως ο στυλος ο δευτερος

7:4 και δυο επιθεματα εποιησεν δουναι επι τας κεφαλας των στυλων χωνευτα χαλκα πεντε πηχεις το υψος του επιθεματος του ενος και πεντε πηχεις το υψος του επιθεματος του δευτερου

7:5 και εποιησεν δυο δικτυα περικαλυψαι το επιθεμα των στυλων και δικτυον τω επιθεματι τω ενι και δικτυον τω επιθεματι τω δευτερω

7:6 και εργον κρεμαστον δυο στιχοι ροων χαλκων δεδικτυωμενοι εργον κρεμαστον στιχος επι στιχον και ουτως εποιησεν τω επιθεματι τω δευτερω

7:7 και εστησεν τους στυλους του αιλαμ του ναου και εστησεν τον στυλον τον ενα και επεκαλεσεν το ονομα αυτου ιαχουμ και εστησεν τον στυλον τον δευτερον και επεκαλεσεν το ονομα αυτου βααζ

7:8 και επι των κεφαλων των στυλων εργον κρινου κατα το αιλαμ τεσσαρων πηχων

7:9 και μελαθρον επ' αμφοτερων των στυλων και επανωθεν των πλευρων επιθεμα το μελαθρον τω παχει

7:10 και εποιησεν την θαλασσαν δεκα εν πηχει απο του χειλους αυτης εως του χειλους αυτης στρογγυλον κυκλω το αυτο πεντε εν πηχει το υψος αυτης και συνηγμενοι τρεις και τριακοντα εν πηχει εκυκλουν αυτην

7:11 και υποστηριγματα υποκατωθεν του χειλους αυτης κυκλοθεν εκυκλουν αυτην δεκα εν πηχει κυκλοθεν ανισταν την θαλασσαν

7:12 και το χειλος αυτης ως εργον χειλους ποτηριου βλαστος κρινου και το παχος αυτου παλαιστης

7:13 και δωδεκα βοες υποκατω της θαλασσης οι τρεις επιβλεποντες βορραν και οι τρεις επιβλεποντες θαλασσαν και οι τρεις επιβλεποντες νοτον και οι τρεις επιβλεποντες ανατολην και παντα τα οπισθια εις τον οικον και η θαλασσα επ' αυτων επανωθεν

7:14 και εποιησεν δεκα μεχωνωθ χαλκας πεντε πηχεις μηκος της μεχωνωθ της μιας και τεσσαρες πηχεις πλατος αυτης και εξ εν πηχει υψος αυτης

7:15 και τουτο το εργον των μεχωνωθ συγκλειστον αυτοις και συγκλειστον ανα μεσον των εξεχομενων

7:16 και επι τα συγκλεισματα αυτων ανα μεσον των εξεχομενων λεοντες και βοες και χερουβιν και επι των εξεχομενων ουτως και επανωθεν και υποκατωθεν των λεοντων και των βοων χωραι εργον καταβασεως

7:17 και τεσσαρες τροχοι χαλκοι τη μεχωνωθ τη μια και τα προσεχοντα χαλκα και τεσσαρα μερη αυτων ωμιαι υποκατω των λουτηρων

7:18 και χειρες εν τοις τροχοις εν τη μεχωνωθ και το υψος του τροχου του ενος πηχεος και ημισους

7:19 και το εργον των τροχων εργον τροχων αρματος αι χειρες αυτων και οι νωτοι αυτων και η πραγματεια αυτων τα παντα χωνευτα

7:20 αι τεσσαρες ωμιαι επι των τεσσαρων γωνιων της μεχωνωθ της μιας εκ της μεχωνωθ οι ωμοι αυτης

7:21 και επι της κεφαλης της μεχωνωθ ημισυ του πηχεος μεγεθος στρογγυλον κυκλω επι της κεφαλης της μεχωνωθ και αρχη χειρων αυτης και τα συγκλεισματα αυτης και ηνοιγετο επι τας αρχας των χειρων αυτης

7:22 και τα συγκλεισματα αυτης χερουβιν και λεοντες και φοινικες εστωτα εχομενον εκαστον κατα προσωπον αυτου εσω και τα κυκλοθεν

7:23 κατ' αυτην εποιησεν πασας τας δεκα μεχωνωθ ταξιν μιαν και μετρον εν πασαις

7:24 και εποιησεν δεκα χυτροκαυλους χαλκους τεσσαρακοντα χοεις χωρουντα τον χυτροκαυλον τον ενα μετρησει ο χυτροκαυλος ο εις επι της μεχωνωθ της μιας ταις δεκα μεχωνωθ

7:25 και εθετο τας δεκα μεχωνωθ πεντε απο της ωμιας του οικου εκ δεξιων και πεντε απο της ωμιας του οικου εξ αριστερων και η θαλασσα απο της ωμιας του οικου εκ δεξιων κατ' ανατολας απο του κλιτους του νοτου

7:26 και εποιησεν χιραμ τους λεβητας και τας θερμαστρεις και τας φιαλας και συνετελεσεν χιραμ ποιων παντα τα εργα α εποιησεν τω βασιλει σαλωμων εν οικω κυριου

7:27 στυλους δυο και τα στρεπτα των στυλων επι των κεφαλων των στυλων δυο και τα δικτυα δυο του καλυπτειν αμφοτερα τα στρεπτα των γλυφων τα οντα επι των στυλων

7:28 τας ροας τετρακοσιας αμφοτεροις τοις δικτυοις δυο στιχοι ροων τω δικτυω τω ενι περικαλυπτειν αμφοτερα τα στρεπτα επ' αμφοτεροις τοις στυλοις

7:29 και τας μεχωνωθ δεκα και τους χυτροκαυλους δεκα επι των μεχωνωθ

7:30 και την θαλασσαν μιαν και τους βοας δωδεκα υποκατω της θαλασσης

7:31 και τους λεβητας και τας θερμαστρεις και τας φιαλας και παντα τα σκευη α εποιησεν χιραμ τω βασιλει σαλωμων τω οικω κυριου και οι στυλοι τεσσαρακοντα και οκτω του οικου του βασιλεως και του οικου κυριου παντα τα εργα του βασιλεως α εποιησεν χιραμ χαλκα αρδην

7:32 ουκ ην σταθμος του χαλκου ου εποιησεν παντα τα εργα ταυτα εκ πληθους σφοδρα ουκ ην τερμα τω σταθμω του χαλκου

7:33 εν τω περιοικω του ιορδανου εχωνευσεν αυτα ο βασιλευς εν τω παχει της γης ανα μεσον σοκχωθ και ανα μεσον σιρα

7:34 και εδωκεν ο βασιλευς σαλωμων τα σκευη α εποιησεν εν οικω κυριου το θυσιαστηριον το χρυσουν και την τραπεζαν εφ' ης οι αρτοι της προσφορας χρυσην

7:35 και τας λυχνιας πεντε εκ δεξιων και πεντε εξ αριστερων κατα προσωπον του δαβιρ χρυσας συγκλειομενας και τα λαμπαδια και τους λυχνους και τας επαρυστριδας χρυσας

7:36 και τα προθυρα και οι ηλοι και αι φιαλαι και τα τρυβλια και αι θυισκαι χρυσαι συγκλειστα και τα θυρωματα των θυρων του οικου του εσωτατου αγιου των αγιων και τας θυρας του οικου του ναου χρυσας

7:37 και ανεπληρωθη παν το εργον ο εποιησεν σαλωμων οικου κυριου και εισηνεγκεν σαλωμων τα αγια δαυιδ του πατρος αυτου και παντα τα αγια σαλωμων το αργυριον και το χρυσιον και τα σκευη εδωκεν εις τους θησαυρους οικου κυριου

7:38 και τον οικον αυτου ωκοδομησεν σαλωμων τρισκαιδεκα ετεσιν

7:39 και ωκοδομησεν τον οικον δρυμω του λιβανου εκατον πηχεις μηκος αυτου και πεντηκοντα πηχεις πλατος αυτου και τριακοντα πηχων υψος αυτου και τριων στιχων στυλων κεδρινων και ωμιαι κεδριναι τοις στυλοις

7:40 και εφατνωσεν τον οικον ανωθεν επι των πλευρων των στυλων και αριθμος των στυλων τεσσαρακοντα και πεντε δεκα και πεντε ο στιχος

7:41 και μελαθρα τρια και χωρα επι χωραν τρισσως

7:42 και παντα τα θυρωματα και αι χωραι τετραγωνοι μεμελαθρωμεναι και απο του θυρωματος επι θυραν τρισσως

7:43 και το αιλαμ των στυλων πεντηκοντα πηχων μηκος και τριακοντα εν πλατει εζυγωμενα αιλαμ επι προσωπον αυτων και στυλοι και παχος επι προσωπον αυτης τοις αιλαμμιν

7:44 και το αιλαμ των θρονων ου κρινει εκει αιλαμ του κριτηριου

7:45 και οικος αυτω εν ω καθησεται εκει αυλη μια εξελισσομενη τουτοις κατα το εργον τουτο και οικον τη θυγατρι φαραω ην ελαβεν σαλωμων κατα το αιλαμ τουτο

7:46 παντα ταυτα εκ λιθων τιμιων κεκολαμμενα εκ διαστηματος εσωθεν και εκ του θεμελιου εως των γεισων και εξωθεν εις την αυλην την μεγαλην

7:47 την τεθεμελιωμενην εν τιμιοις λιθοις μεγαλοις λιθοις δεκαπηχεσιν και τοις οκταπηχεσιν

7:48 και επανωθεν τιμιοις κατα το μετρον απελεκητων και κεδροις

7:49 της αυλης της μεγαλης κυκλω τρεις στιχοι απελεκητων και στιχος κεκολαμμενης κεδρου

7:50 και συνετελεσεν σαλωμων ολον τον οικον αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase