HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

13:1 και ιδου ανθρωπος του θεου εξ ιουδα παρεγενετο εν λογω κυριου εις βαιθηλ και ιεροβοαμ ειστηκει επι το θυσιαστηριον του επιθυσαι

13:2 και επεκαλεσεν προς το θυσιαστηριον εν λογω κυριου και ειπεν θυσιαστηριον θυσιαστηριον ταδε λεγει κυριος ιδου υιος τικτεται τω οικω δαυιδ ιωσιας ονομα αυτω και θυσει επι σε τους ιερεις των υψηλων τους επιθυοντας επι σε και οστα ανθρωπων καυσει επι σε

13:3 και εδωκεν εν τη ημερα εκεινη τερας λεγων τουτο το ρημα ο ελαλησεν κυριος λεγων ιδου το θυσιαστηριον ρηγνυται και εκχυθησεται η πιοτης η επ' αυτω

13:4 και εγενετο ως ηκουσεν ο βασιλευς ιεροβοαμ των λογων του ανθρωπου του θεου του επικαλεσαμενου επι το θυσιαστηριον το εν βαιθηλ και εξετεινεν ο βασιλευς την χειρα αυτου απο του θυσιαστηριου λεγων συλλαβετε αυτον και ιδου εξηρανθη η χειρ αυτου ην εξετεινεν επ' αυτον και ουκ ηδυνηθη επιστρεψαι αυτην προς εαυτον

13:5 και το θυσιαστηριον ερραγη και εξεχυθη η πιοτης απο του θυσιαστηριου κατα το τερας ο εδωκεν ο ανθρωπος του θεου εν λογω κυριου

13:6 και ειπεν ο βασιλευς ιεροβοαμ τω ανθρωπω του θεου δεηθητι του προσωπου κυριου του θεου σου και επιστρεψατω η χειρ μου προς με και εδεηθη ο ανθρωπος του θεου του προσωπου κυριου και επεστρεψεν την χειρα του βασιλεως προς αυτον και εγενετο καθως το προτερον

13:7 και ελαλησεν ο βασιλευς προς τον ανθρωπον του θεου εισελθε μετ' εμου εις οικον και αριστησον και δωσω σοι δομα

13:8 και ειπεν ο ανθρωπος του θεου προς τον βασιλεα εαν μοι δως το ημισυ του οικου σου ουκ εισελευσομαι μετα σου ουδε μη φαγω αρτον ουδε μη πιω υδωρ εν τω τοπω τουτω

13:9 οτι ουτως ενετειλατο μοι εν λογω κυριος λεγων μη φαγης αρτον και μη πιης υδωρ και μη επιστρεψης εν τη οδω η επορευθης εν αυτη

13:10 και απηλθεν εν οδω αλλη και ουκ ανεστρεψεν εν τη οδω η ηλθεν εν αυτη εις βαιθηλ

13:11 και προφητης εις πρεσβυτης κατωκει εν βαιθηλ και ερχονται οι υιοι αυτου και διηγησαντο αυτω απαντα τα εργα α εποιησεν ο ανθρωπος του θεου εν τη ημερα εκεινη εν βαιθηλ και τους λογους ους ελαλησεν τω βασιλει και επεστρεψαν το προσωπον του πατρος αυτων

13:12 και ελαλησεν προς αυτους ο πατηρ αυτων λεγων ποια οδω πεπορευται και δεικνυουσιν αυτω οι υιοι αυτου την οδον εν η ανηλθεν ο ανθρωπος του θεου ο ελθων εξ ιουδα

13:13 και ειπεν τοις υιοις αυτου επισαξατε μοι τον ονον και επεσαξαν αυτω τον ονον και επεβη επ' αυτον

13:14 και επορευθη κατοπισθεν του ανθρωπου του θεου και ευρεν αυτον καθημενον υπο δρυν και ειπεν αυτω ει συ ει ο ανθρωπος του θεου ο εληλυθως εξ ιουδα και ειπεν αυτω εγω

13:15 και ειπεν αυτω δευρο μετ' εμου και φαγε αρτον

13:16 και ειπεν ου μη δυνωμαι του επιστρεψαι μετα σου ουδε μη φαγομαι αρτον ουδε πιομαι υδωρ εν τω τοπω τουτω

13:17 οτι ουτως εντεταλται μοι εν λογω κυριος λεγων μη φαγης αρτον εκει και μη πιης υδωρ εκει και μη επιστρεψης εν τη οδω η επορευθης εν αυτη

13:18 και ειπεν προς αυτον καγω προφητης ειμι καθως συ και αγγελος λελαληκεν προς με εν ρηματι κυριου λεγων επιστρεψον αυτον προς σεαυτον εις τον οικον σου και φαγετω αρτον και πιετω υδωρ και εψευσατο αυτω

13:19 και επεστρεψεν αυτον και εφαγεν αρτον και επιεν υδωρ εν τω οικω αυτου

13:20 και εγενετο αυτων καθημενων επι της τραπεζης και εγενετο λογος κυριου προς τον προφητην τον επιστρεψαντα αυτον

13:21 και ειπεν προς τον ανθρωπον του θεου τον ηκοντα εξ ιουδα λεγων ταδε λεγει κυριος ανθ' ων παρεπικρανας το ρημα κυριου και ουκ εφυλαξας την εντολην ην ενετειλατο σοι κυριος ο θεος σου

13:22 και επεστρεψας και εφαγες αρτον και επιες υδωρ εν τω τοπω τουτω ω ελαλησεν προς σε λεγων μη φαγης αρτον και μη πιης υδωρ ου μη εισελθη το σωμα σου εις τον ταφον των πατερων σου

13:23 και εγενετο μετα το φαγειν αρτον και πιειν υδωρ και επεσαξεν αυτω τον ονον και επεστρεψεν

13:24 και απηλθεν και ευρεν αυτον λεων εν τη οδω και εθανατωσεν αυτον και ην το σωμα αυτου ερριμμενον εν τη οδω και ο ονος ειστηκει παρ' αυτο και ο λεων ειστηκει παρα το σωμα

13:25 και ιδου ανδρες παραπορευομενοι και ειδον το θνησιμαιον ερριμμενον εν τη οδω και ο λεων ειστηκει εχομενα του θνησιμαιου και εισηλθον και ελαλησαν εν τη πολει ου ο προφητης ο πρεσβυτης κατωκει εν αυτη

13:26 και ηκουσεν ο επιστρεψας αυτον εκ της οδου και ειπεν ο ανθρωπος του θεου ουτος εστιν ος παρεπικρανε το ρημα κυριου

13:28 και επορευθη και ευρεν το σωμα αυτου ερριμμενον εν τη οδω και ο ονος και ο λεων ειστηκεισαν παρα το σωμα και ουκ εφαγεν ο λεων το σωμα του ανθρωπου του θεου και ου συνετριψεν τον ονον

13:29 και ηρεν ο προφητης το σωμα του ανθρωπου του θεου και επεθηκεν αυτο επι τον ονον και επεστρεψεν αυτον εις την πολιν ο προφητης του θαψαι αυτον

13:30 εν τω ταφω εαυτου και εκοψαντο αυτον ουαι αδελφε

13:31 και εγενετο μετα το κοψασθαι αυτον και ειπεν τοις υιοις αυτου λεγων εαν αποθανω θαψατε με εν τω ταφω τουτω ου ο ανθρωπος του θεου τεθαπται εν αυτω παρα τα οστα αυτου θετε με ινα σωθωσι τα οστα μου μετα των οστων αυτου

13:32 οτι γινομενον εσται το ρημα ο ελαλησεν εν λογω κυριου επι του θυσιαστηριου του εν βαιθηλ και επι τους οικους τους υψηλους τους εν σαμαρεια

13:33 και μετα το ρημα τουτο ουκ επεστρεψεν ιεροβοαμ απο της κακιας αυτου και επεστρεψεν και εποιησεν εκ μερους του λαου ιερεις υψηλων ο βουλομενος επληρου την χειρα αυτου και εγινετο ιερευς εις τα υψηλα

13:34 και εγενετο το ρημα τουτο εις αμαρτιαν τω οικω ιεροβοαμ και εις ολεθρον και εις αφανισμον απο προσωπου της γης

 

Created with FREE HTMLCompiler by BibleDatabase