HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

14:21 και ροβοαμ υιος σαλωμων εβασιλευσεν επι ιουδα υιος τεσσαρακοντα και ενος ενιαυτων ροβοαμ εν τω βασιλευειν αυτον και δεκα επτα ετη εβασιλευσεν εν ιερουσαλημ τη πολει ην εξελεξατο κυριος θεσθαι το ονομα αυτου εκει εκ πασων φυλων του ισραηλ και το ονομα της μητρος αυτου νααμα η αμμανιτις

14:22 και εποιησεν ροβοαμ το πονηρον ενωπιον κυριου και παρεζηλωσεν αυτον εν πασιν οις εποιησαν οι πατερες αυτου και εν ταις αμαρτιαις αυτων αις ημαρτον

14:23 και ωκοδομησαν εαυτοις υψηλα και στηλας και αλση επι παντα βουνον υψηλον και υποκατω παντος ξυλου συσκιου

14:24 και συνδεσμος εγενηθη εν τη γη και εποιησαν απο παντων των βδελυγματων των εθνων ων εξηρεν κυριος απο προσωπου υιων ισραηλ

14:25 και εγενετο εν τω ενιαυτω τω πεμπτω βασιλευοντος ροβοαμ ανεβη σουσακιμ βασιλευς αιγυπτου επι ιερουσαλημ

14:26 και ελαβεν παντας τους θησαυρους οικου κυριου και τους θησαυρους οικου του βασιλεως και τα δορατα τα χρυσα α ελαβεν δαυιδ εκ χειρος των παιδων αδρααζαρ βασιλεως σουβα και εισηνεγκεν αυτα εις ιερουσαλημ τα παντα ελαβεν οπλα τα χρυσα

14:27 και εποιησεν ροβοαμ ο βασιλευς οπλα χαλκα αντ' αυτων και επεθεντο επ' αυτον οι ηγουμενοι των παρατρεχοντων οι φυλασσοντες τον πυλωνα οικου του βασιλεως

14:28 και εγενετο οτε εισεπορευετο ο βασιλευς εις οικον κυριου και ηρον αυτα οι παρατρεχοντες και απηρειδοντο αυτα εις το θεε των παρατρεχοντων

14:29 και τα λοιπα των λογων ροβοαμ και παντα α εποιησεν ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

14:30 και πολεμος ην ανα μεσον ροβοαμ και ανα μεσον ιεροβοαμ πασας τας ημερας

14:31 και εκοιμηθη ροβοαμ μετα των πατερων αυτου και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν αβιου υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase