HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

15:1 και εν τω οκτωκαιδεκατω ετει βασιλευοντος ιεροβοαμ υιου ναβατ βασιλευει αβιου υιος ροβοαμ επι ιουδα

15:2 και εξ ετη εβασιλευσεν και ονομα της μητρος αυτου μααχα θυγατηρ αβεσσαλωμ

15:3 και επορευθη εν ταις αμαρτιαις του πατρος αυτου αις εποιησεν ενωπιον αυτου και ουκ ην η καρδια αυτου τελεια μετα κυριου θεου αυτου ως η καρδια δαυιδ του πατρος αυτου

15:4 οτι δια δαυιδ εδωκεν αυτω κυριος καταλειμμα ινα στηση τεκνα αυτου μετ' αυτον και στηση την ιερουσαλημ

15:5 ως εποιησεν δαυιδ το ευθες ενωπιον κυριου ουκ εξεκλινεν απο παντων ων ενετειλατο αυτω πασας τας ημερας της ζωης αυτου

15:7 και τα λοιπα των λογων αβιου και παντα α εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα και πολεμος ην ανα μεσον αβιου και ανα μεσον ιεροβοαμ

15:8 και εκοιμηθη αβιου μετα των πατερων αυτου εν τω εικοστω και τεταρτω ετει του ιεροβοαμ και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και βασιλευει ασα υιος αυτου αντ' αυτου

15:9 εν τω ενιαυτω τω τεταρτω και εικοστω του ιεροβοαμ βασιλεως ισραηλ βασιλευει ασα επι ιουδαν

15:10 και τεσσαρακοντα και εν ετος εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου ανα θυγατηρ αβεσσαλωμ

15:11 και εποιησεν ασα το ευθες ενωπιον κυριου ως δαυιδ ο πατηρ αυτου

15:12 και αφειλεν τας τελετας απο της γης και εξαπεστειλεν παντα τα επιτηδευματα α εποιησαν οι πατερες αυτου

15:13 και την ανα την μητερα αυτου μετεστησεν του μη ειναι ηγουμενην καθως εποιησεν συνοδον εν τω αλσει αυτης και εξεκοψεν ασα τας καταδυσεις αυτης και ενεπρησεν πυρι εν τω χειμαρρω κεδρων

15:14 τα δε υψηλα ουκ εξηρεν πλην η καρδια ασα ην τελεια μετα κυριου πασας τας ημερας αυτου

15:15 και εισηνεγκεν τους κιονας του πατρος αυτου και τους κιονας αυτου εισηνεγκεν εις τον οικον κυριου αργυρους και χρυσους και σκευη

15:16 και πολεμος ην ανα μεσον ασα και ανα μεσον βαασα βασιλεως ισραηλ πασας τας ημερας

15:17 και ανεβη βαασα βασιλευς ισραηλ επι ιουδαν και ωκοδομησεν την ραμα του μη ειναι εκπορευομενον και εισπορευομενον τω ασα βασιλει ιουδα

15:18 και ελαβεν ασα το αργυριον και το χρυσιον το ευρεθεν εν τοις θησαυροις του οικου του βασιλεως και εδωκεν αυτα εις χειρας παιδων αυτου και εξαπεστειλεν αυτους ο βασιλευς ασα προς υιον αδερ υιον ταβερεμμαν υιου αζιν βασιλεως συριας του κατοικουντος εν δαμασκω λεγων

15:19 διαθου διαθηκην ανα μεσον εμου και ανα μεσον σου και ανα μεσον του πατρος μου και του πατρος σου ιδου εξαπεσταλκα σοι δωρα αργυριον και χρυσιον δευρο διασκεδασον την διαθηκην σου την προς βαασα βασιλεα ισραηλ και αναβησεται απ' εμου

15:20 και ηκουσεν υιος αδερ του βασιλεως ασα και απεστειλεν τους αρχοντας των δυναμεων των αυτου ταις πολεσιν του ισραηλ και επαταξεν την αιν και την δαν και την αβελμαα και πασαν την χεζραθ εως πασης της γης νεφθαλι

15:21 και εγενετο ως ηκουσεν βαασα και διελιπεν του οικοδομειν την ραμα και ανεστρεψεν εις θερσα

15:22 και ο βασιλευς ασα παρηγγειλεν παντι ιουδα εις αινακιμ και αιρουσιν τους λιθους της ραμα και τα ξυλα αυτης α ωκοδομησεν βαασα και ωκοδομησεν εν αυτοις ο βασιλευς ασα παν βουνον βενιαμιν και την σκοπιαν

15:23 και τα λοιπα των λογων ασα και πασα η δυναστεια αυτου ην εποιησεν ουκ ιδου ταυτα γεγραμμενα εστιν επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα πλην εν τω καιρω του γηρως αυτου επονεσεν τους ποδας αυτου

15:24 και εκοιμηθη ασα και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και βασιλευει ιωσαφατ υιος αυτου αντ' αυτου

15:25 και ναδαβ υιος ιεροβοαμ βασιλευει επι ισραηλ εν ετει δευτερω του ασα βασιλεως ιουδα και εβασιλευσεν επι ισραηλ ετη δυο

15:26 και εποιησεν το πονηρον ενωπιον κυριου και επορευθη εν οδω του πατρος αυτου και εν ταις αμαρτιαις αυτου αις εξημαρτεν τον ισραηλ

15:27 και περιεκαθισεν αυτον βαασα υιος αχια επι τον οικον βελααν και επαταξεν αυτον εν γαβαθων τη των αλλοφυλων και ναδαβ και πας ισραηλ περιεκαθητο επι γαβαθων

15:28 και εθανατωσεν αυτον βαασα εν ετει τριτω του ασα υιου αβιου βασιλεως ιουδα και εβασιλευσεν

15:29 και εγενετο ως εβασιλευσεν και επαταξεν τον οικον ιεροβοαμ και ουχ υπελιπετο πασαν πνοην του ιεροβοαμ εως του εξολεθρευσαι αυτον κατα το ρημα κυριου ο ελαλησεν εν χειρι δουλου αυτου αχια του σηλωνιτου

15:30 περι των αμαρτιων ιεροβοαμ ως εξημαρτεν τον ισραηλ και εν τω παροργισμω αυτου ω παρωργισεν τον κυριον θεον του ισραηλ

15:31 και τα λοιπα των λογων ναδαβ και παντα α εποιησεν ουκ ιδου ταυτα γεγραμμενα εστιν εν βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

15:33 και εν τω ετει τω τριτω του ασα βασιλεως ιουδα βασιλευει βαασα υιος αχια επι ισραηλ εν θερσα εικοσι και τεσσαρα ετη

15:34 και εποιησεν το πονηρον ενωπιον κυριου και επορευθη εν οδω ιεροβοαμ υιου ναβατ και εν ταις αμαρτιαις αυτου ως εξημαρτεν τον ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase