HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

18:1 και εγενετο μεθ' ημερας πολλας και ρημα κυριου εγενετο προς ηλιου εν τω ενιαυτω τω τριτω λεγων πορευθητι και οφθητι τω αχααβ και δωσω υετον επι προσωπον της γης

18:2 και επορευθη ηλιου του οφθηναι τω αχααβ και η λιμος κραταια εν σαμαρεια

18:3 και εκαλεσεν αχααβ τον αβδιου τον οικονομον και αβδιου ην φοβουμενος τον κυριον σφοδρα

18:4 και εγενετο εν τω τυπτειν την ιεζαβελ τους προφητας κυριου και ελαβεν αβδιου εκατον ανδρας προφητας και εκρυψεν αυτους κατα πεντηκοντα εν σπηλαιω και διετρεφεν αυτους εν αρτω και υδατι

18:5 και ειπεν αχααβ προς αβδιου δευρο και διελθωμεν επι την γην επι πηγας των υδατων και επι χειμαρρους εαν πως ευρωμεν βοτανην και περιποιησωμεθα ιππους και ημιονους και ουκ εξολοθρευθησονται απο των κτηνων

18:6 και εμερισαν εαυτοις την οδον του διελθειν αυτην αχααβ επορευθη εν οδω μια μονος και αβδιου επορευθη εν οδω αλλη μονος

18:7 και ην αβδιου εν τη οδω μονος και ηλθεν ηλιου εις συναντησιν αυτου μονος και αβδιου εσπευσεν και επεσεν επι προσωπον αυτου και ειπεν ει συ ει αυτος κυριε μου ηλιου

18:8 και ειπεν ηλιου αυτω εγω πορευου λεγε τω κυριω σου ιδου ηλιου

18:9 και ειπεν αβδιου τι ημαρτηκα οτι διδως τον δουλον σου εις χειρα αχααβ του θανατωσαι με

18:10 ζη κυριος ο θεος σου ει εστιν εθνος η βασιλεια ου ουκ απεσταλκεν ο κυριος μου ζητειν σε και ειπον ουκ εστιν και ενεπρησεν την βασιλειαν και τας χωρας αυτης οτι ουχ ευρηκεν σε

18:11 και νυν συ λεγεις πορευου αναγγελλε τω κυριω σου ιδου ηλιου

18:12 και εσται εαν εγω απελθω απο σου και πνευμα κυριου αρει σε εις γην ην ουκ οιδα και εισελευσομαι απαγγειλαι τω αχααβ και αποκτενει με και ο δουλος σου εστιν φοβουμενος τον κυριον εκ νεοτητος αυτου

18:13 η ουκ απηγγελη σοι τω κυριω μου οια πεποιηκα εν τω αποκτεινειν ιεζαβελ τους προφητας κυριου και εκρυψα απο των προφητων κυριου εκατον ανδρας ανα πεντηκοντα εν σπηλαιω και εθρεψα εν αρτοις και υδατι

18:14 και νυν συ λεγεις μοι πορευου λεγε τω κυριω σου ιδου ηλιου και αποκτενει με

18:15 και ειπεν ηλιου ζη κυριος των δυναμεων ω παρεστην ενωπιον αυτου οτι σημερον οφθησομαι αυτω

18:16 και επορευθη αβδιου εις συναντην τω αχααβ και απηγγειλεν αυτω και εξεδραμεν αχααβ και επορευθη εις συναντησιν ηλιου

18:17 και εγενετο ως ειδεν αχααβ τον ηλιου και ειπεν αχααβ προς ηλιου ει συ ει αυτος ο διαστρεφων τον ισραηλ

18:18 και ειπεν ηλιου ου διαστρεφω τον ισραηλ οτι αλλ' η συ και ο οικος του πατρος σου εν τω καταλιμπανειν υμας τον κυριον θεον υμων και επορευθης οπισω των βααλιμ

18:19 και νυν αποστειλον συναθροισον προς με παντα ισραηλ εις ορος το καρμηλιον και τους προφητας της αισχυνης τετρακοσιους και πεντηκοντα και τους προφητας των αλσων τετρακοσιους εσθιοντας τραπεζαν ιεζαβελ

18:20 και απεστειλεν αχααβ εις παντα ισραηλ και επισυνηγαγεν παντας τους προφητας εις ορος το καρμηλιον

18:21 και προσηγαγεν ηλιου προς παντας και ειπεν αυτοις ηλιου εως ποτε υμεις χωλανειτε επ' αμφοτεραις ταις ιγνυαις ει εστιν κυριος ο θεος πορευεσθε οπισω αυτου ει δε ο βααλ αυτος πορευεσθε οπισω αυτου και ουκ απεκριθη ο λαος λογον

18:22 και ειπεν ηλιου προς τον λαον εγω υπολελειμμαι προφητης του κυριου μονωτατος και οι προφηται του βααλ τετρακοσιοι και πεντηκοντα ανδρες και οι προφηται του αλσους τετρακοσιοι

18:23 δοτωσαν ημιν δυο βοας και εκλεξασθωσαν εαυτοις τον ενα και μελισατωσαν και επιθετωσαν επι των ξυλων και πυρ μη επιθετωσαν και εγω ποιησω τον βουν τον αλλον και πυρ ου μη επιθω

18:24 και βοατε εν ονοματι θεων υμων και εγω επικαλεσομαι εν ονοματι κυριου του θεου μου και εσται ο θεος ος εαν επακουση εν πυρι ουτος θεος και απεκριθησαν πας ο λαος και ειπον καλον το ρημα ο ελαλησας

18:25 και ειπεν ηλιου τοις προφηταις της αισχυνης εκλεξασθε εαυτοις τον μοσχον τον ενα και ποιησατε πρωτοι οτι πολλοι υμεις και επικαλεσασθε εν ονοματι θεου υμων και πυρ μη επιθητε

18:26 και ελαβον τον μοσχον και εποιησαν και επεκαλουντο εν ονοματι του βααλ εκ πρωιθεν εως μεσημβριας και ειπον επακουσον ημων ο βααλ επακουσον ημων και ουκ ην φωνη και ουκ ην ακροασις και διετρεχον επι του θυσιαστηριου ου εποιησαν

18:27 και εγενετο μεσημβρια και εμυκτηρισεν αυτους ηλιου ο θεσβιτης και ειπεν επικαλεισθε εν φωνη μεγαλη οτι θεος εστιν οτι αδολεσχια αυτω εστιν και αμα μηποτε χρηματιζει αυτος η μηποτε καθευδει αυτος και εξαναστησεται

18:28 και επεκαλουντο εν φωνη μεγαλη και κατετεμνοντο κατα τον εθισμον αυτων εν μαχαιραις και σειρομασταις εως εκχυσεως αιματος επ' αυτους

18:29 και επροφητευον εως ου παρηλθεν το δειλινον και εγενετο ως ο καιρος του αναβηναι την θυσιαν και ουκ ην φωνη και ελαλησεν ηλιου ο θεσβιτης προς τους προφητας των προσοχθισματων λεγων μεταστητε απο του νυν και εγω ποιησω το ολοκαυτωμα μου και μετεστησαν και απηλθον

18:30 και ειπεν ηλιου προς τον λαον προσαγαγετε προς με και προσηγαγεν πας ο λαος προς αυτον

18:31 και ελαβεν ηλιου δωδεκα λιθους κατ' αριθμον φυλων του ισραηλ ως ελαλησεν κυριος προς αυτον λεγων ισραηλ εσται το ονομα σου

18:32 και ωκοδομησεν τους λιθους εν ονοματι κυριου και ιασατο το θυσιαστηριον το κατεσκαμμενον και εποιησεν θααλα χωρουσαν δυο μετρητας σπερματος κυκλοθεν του θυσιαστηριου

18:33 και εστοιβασεν τας σχιδακας επι το θυσιαστηριον ο εποιησεν και εμελισεν το ολοκαυτωμα και επεθηκεν επι τας σχιδακας και εστοιβασεν επι το θυσιαστηριον

18:34 και ειπεν λαβετε μοι τεσσαρας υδριας υδατος και επιχεετε επι το ολοκαυτωμα και επι τας σχιδακας και εποιησαν ουτως και ειπεν δευτερωσατε και εδευτερωσαν και ειπεν τρισσωσατε και ετρισσευσαν

18:35 και διεπορευετο το υδωρ κυκλω του θυσιαστηριου και την θααλα επλησαν υδατος

18:36 και ανεβοησεν ηλιου εις τον ουρανον και ειπεν κυριε ο θεος αβρααμ και ισαακ και ισραηλ επακουσον μου κυριε επακουσον μου σημερον εν πυρι και γνωτωσαν πας ο λαος ουτος οτι συ ει κυριος ο θεος ισραηλ καγω δουλος σου και δια σε πεποιηκα τα εργα ταυτα

18:37 επακουσον μου κυριε επακουσον μου εν πυρι και γνωτω ο λαος ουτος οτι συ ει κυριος ο θεος και συ εστρεψας την καρδιαν του λαου τουτου οπισω

18:38 και επεσεν πυρ παρα κυριου εκ του ουρανου και κατεφαγεν το ολοκαυτωμα και τας σχιδακας και το υδωρ το εν τη θααλα και τους λιθους και τον χουν εξελιξεν το πυρ

18:39 και επεσεν πας ο λαος επι προσωπον αυτων και ειπον αληθως κυριος εστιν ο θεος αυτος ο θεος

18:40 και ειπεν ηλιου προς τον λαον συλλαβετε τους προφητας του βααλ μηθεις σωθητω εξ αυτων και συνελαβον αυτους και καταγει αυτους ηλιου εις τον χειμαρρουν κισων και εσφαξεν αυτους εκει

18:41 και ειπεν ηλιου τω αχααβ αναβηθι και φαγε και πιε οτι φωνη των ποδων του υετου

18:42 και ανεβη αχααβ του φαγειν και πιειν και ηλιου ανεβη επι τον καρμηλον και εκυψεν επι την γην και εθηκεν το προσωπον εαυτου ανα μεσον των γονατων εαυτου

18:43 και ειπεν τω παιδαριω αυτου αναβηθι και επιβλεψον οδον της θαλασσης και επεβλεψεν το παιδαριον και ειπεν ουκ εστιν ουθεν και ειπεν ηλιου και συ επιστρεψον επτακι και επεστρεψεν το παιδαριον επτακι

18:44 και εγενετο εν τω εβδομω και ιδου νεφελη μικρα ως ιχνος ανδρος αναγουσα υδωρ και ειπεν αναβηθι και ειπον τω αχααβ ζευξον το αρμα σου και καταβηθι μη καταλαβη σε ο υετος

18:45 και εγενετο εως ωδε και ωδε και ο ουρανος συνεσκοτασεν νεφελαις και πνευματι και εγενετο υετος μεγας και εκλαιεν και επορευετο αχααβ εις ιεζραελ

18:46 και χειρ κυριου επι τον ηλιου και συνεσφιγξεν την οσφυν αυτου και ετρεχεν εμπροσθεν αχααβ εως ιεζραελ

 

Created with FREE HTMLCompiler by BibleDatabase