HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

19:1 και ανηγγειλεν αχααβ τη ιεζαβελ γυναικι αυτου παντα α εποιησεν ηλιου και ως απεκτεινεν τους προφητας εν ρομφαια

19:2 και απεστειλεν ιεζαβελ προς ηλιου και ειπεν ει συ ει ηλιου και εγω ιεζαβελ ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη οτι ταυτην την ωραν αυριον θησομαι την ψυχην σου καθως ψυχην ενος εξ αυτων

19:3 και εφοβηθη ηλιου και ανεστη και απηλθεν κατα την ψυχην εαυτου και ερχεται εις βηρσαβεε την ιουδα και αφηκεν το παιδαριον αυτου εκει

19:4 και αυτος επορευθη εν τη ερημω οδον ημερας και ηλθεν και εκαθισεν υπο ραθμ εν και ητησατο την ψυχην αυτου αποθανειν και ειπεν ικανουσθω νυν λαβε δη την ψυχην μου απ' εμου κυριε οτι ου κρεισσων εγω ειμι υπερ τους πατερας μου

19:5 και εκοιμηθη και υπνωσεν εκει υπο φυτον και ιδου τις ηψατο αυτου και ειπεν αυτω αναστηθι και φαγε

19:6 και επεβλεψεν ηλιου και ιδου προς κεφαλης αυτου εγκρυφιας ολυριτης και καψακης υδατος και ανεστη και εφαγεν και επιεν και επιστρεψας εκοιμηθη

19:7 και επεστρεψεν ο αγγελος κυριου εκ δευτερου και ηψατο αυτου και ειπεν αυτω αναστα φαγε οτι πολλη απο σου η οδος

19:8 και ανεστη και εφαγεν και επιεν και επορευθη εν τη ισχυι της βρωσεως εκεινης τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας εως ορους χωρηβ

19:9 και εισηλθεν εκει εις το σπηλαιον και κατελυσεν εκει και ιδου ρημα κυριου προς αυτον και ειπεν τι συ ενταυθα ηλιου

19:10 και ειπεν ηλιου ζηλων εζηλωκα τω κυριω παντοκρατορι οτι εγκατελιπον σε οι υιοι ισραηλ τα θυσιαστηρια σου κατεσκαψαν και τους προφητας σου απεκτειναν εν ρομφαια και υπολελειμμαι εγω μονωτατος και ζητουσι την ψυχην μου λαβειν αυτην

19:11 και ειπεν εξελευση αυριον και στηση ενωπιον κυριου εν τω ορει ιδου παρελευσεται κυριος και πνευμα μεγα κραταιον διαλυον ορη και συντριβον πετρας ενωπιον κυριου ουκ εν τω πνευματι κυριος και μετα το πνευμα συσσεισμος ουκ εν τω συσσεισμω κυριος

19:12 και μετα τον συσσεισμον πυρ ουκ εν τω πυρι κυριος και μετα το πυρ φωνη αυρας λεπτης κακει κυριος

19:13 και εγενετο ως ηκουσεν ηλιου και επεκαλυψεν το προσωπον αυτου εν τη μηλωτη εαυτου και εξηλθεν και εστη υπο το σπηλαιον και ιδου προς αυτον φωνη και ειπεν τι συ ενταυθα ηλιου

19:14 και ειπεν ηλιου ζηλων εζηλωκα τω κυριω παντοκρατορι οτι εγκατελιπον την διαθηκην σου οι υιοι ισραηλ τα θυσιαστηρια σου καθειλαν και τους προφητας σου απεκτειναν εν ρομφαια και υπολελειμμαι εγω μονωτατος και ζητουσι την ψυχην μου λαβειν αυτην

19:15 και ειπεν κυριος προς αυτον πορευου αναστρεφε εις την οδον σου και ηξεις εις την οδον ερημου δαμασκου και χρισεις τον αζαηλ εις βασιλεα της συριας

19:16 και τον ιου υιον ναμεσσι χρισεις εις βασιλεα επι ισραηλ και τον ελισαιε υιον σαφατ απο αβελμαουλα χρισεις εις προφητην αντι σου

19:17 και εσται τον σωζομενον εκ ρομφαιας αζαηλ θανατωσει ιου και τον σωζομενον εκ ρομφαιας ιου θανατωσει ελισαιε

19:18 και καταλειψεις εν ισραηλ επτα χιλιαδας ανδρων παντα γονατα α ουκ ωκλασαν γονυ τω βααλ και παν στομα ο ου προσεκυνησεν αυτω

19:19 και απηλθεν εκειθεν και ευρισκει τον ελισαιε υιον σαφατ και αυτος ηροτρια εν βουσιν δωδεκα ζευγη βοων ενωπιον αυτου και αυτος εν τοις δωδεκα και επηλθεν επ' αυτον και επερριψε την μηλωτην αυτου επ' αυτον

19:20 και κατελιπεν ελισαιε τας βοας και κατεδραμεν οπισω ηλιου και ειπεν καταφιλησω τον πατερα μου και ακολουθησω οπισω σου και ειπεν ηλιου αναστρεφε οτι πεποιηκα σοι

19:21 και ανεστρεψεν εξοπισθεν αυτου και ελαβεν τα ζευγη των βοων και εθυσεν και ηψησεν αυτα εν τοις σκευεσι των βοων και εδωκεν τω λαω και εφαγον και ανεστη και επορευθη οπισω ηλιου και ελειτουργει αυτω

 

Created with FREE HTMLCompiler by BibleDatabase