HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

20:1 και αμπελων εις ην τω ναβουθαι τω ιεζραηλιτη παρα τω αλω αχααβ βασιλεως σαμαρειας

20:2 και ελαλησεν αχααβ προς ναβουθαι λεγων δος μοι τον αμπελωνα σου και εσται μοι εις κηπον λαχανων οτι εγγιων ουτος τω οικω μου και δωσω σοι αμπελωνα αλλον αγαθον υπερ αυτον ει δε αρεσκει ενωπιον σου δωσω σοι αργυριον ανταλλαγμα του αμπελωνος σου τουτου και εσται μοι εις κηπον λαχανων

20:3 και ειπεν ναβουθαι προς αχααβ μη μοι γενοιτο παρα θεου μου δουναι κληρονομιαν πατερων μου σοι

20:4 και εγενετο το πνευμα αχααβ τεταραγμενον και εκοιμηθη επι της κλινης αυτου και συνεκαλυψεν το πρωσωπον αυτου και ουκ εφαγεν αρτον

20:5 και εισηλθεν ιεζαβελ η γυνη αυτου προς αυτον και ελαλησεν προς αυτον τι το πνευμα σου τεταραγμενον και ουκ ει συ εσθιων αρτον

20:6 και ειπεν προς αυτην οτι ελαλησα προς ναβουθαι τον ιεζραηλιτην λεγων δος μοι τον αμπελωνα σου αργυριου ει δε βουλει δωσω σοι αμπελωνα αλλον αντ' αυτου και ειπεν ου δωσω σοι κληρονομιαν πατερων μου

20:7 και ειπεν προς αυτον ιεζαβελ η γυνη αυτου συ νυν ουτως ποιεις βασιλεα επι ισραηλ αναστηθι φαγε αρτον και σαυτου γενου εγω δωσω σοι τον αμπελωνα ναβουθαι του ιεζραηλιτου

20:8 και εγραψεν βιβλιον επι τω ονοματι αχααβ και εσφραγισατο τη σφραγιδι αυτου και απεστειλεν το βιβλιον προς τους πρεσβυτερους και τους ελευθερους τους κατοικουντας μετα ναβουθαι

20:9 και εγεγραπτο εν τοις βιβλιοις λεγων νηστευσατε νηστειαν και καθισατε τον ναβουθαι εν αρχη του λαου

20:10 και εγκαθισατε δυο ανδρας υιους παρανομων εξ εναντιας αυτου και καταμαρτυρησατωσαν αυτου λεγοντες ηυλογησεν θεον και βασιλεα και εξαγαγετωσαν αυτον και λιθοβολησατωσαν αυτον και αποθανετω

20:11 και εποιησαν οι ανδρες της πολεως αυτου οι πρεσβυτεροι και οι ελευθεροι οι κατοικουντες εν τη πολει αυτου καθα απεστειλεν προς αυτους ιεζαβελ καθα γεγραπται εν τοις βιβλιοις οις απεστειλεν προς αυτους

20:12 εκαλεσαν νηστειαν και εκαθισαν τον ναβουθαι εν αρχη του λαου

20:13 και ηλθον δυο ανδρες υιοι παρανομων και εκαθισαν εξ εναντιας αυτου και κατεμαρτυρησαν αυτου λεγοντες ηυλογηκας θεον και βασιλεα και εξηγαγον αυτον εξω της πολεως και ελιθοβολησαν αυτον λιθοις και απεθανεν

20:14 και απεστειλαν προς ιεζαβελ λεγοντες λελιθοβοληται ναβουθαι και τεθνηκεν

20:15 και εγενετο ως ηκουσεν ιεζαβελ και ειπεν προς αχααβ αναστα κληρονομει τον αμπελωνα ναβουθαι του ιεζραηλιτου ος ουκ εδωκεν σοι αργυριου οτι ουκ εστιν ναβουθαι ζων οτι τεθνηκεν

20:16 και εγενετο ως ηκουσεν αχααβ οτι τεθνηκεν ναβουθαι ο ιεζραηλιτης και διερρηξεν τα ιματια εαυτου και περιεβαλετο σακκον και εγενετο μετα ταυτα και ανεστη και κατεβη αχααβ εις τον αμπελωνα ναβουθαι του ιεζραηλιτου κληρονομησαι αυτον

20:17 και ειπεν κυριος προς ηλιου τον θεσβιτην λεγων

20:18 αναστηθι και καταβηθι εις απαντην αχααβ βασιλεως ισραηλ του εν σαμαρεια ιδου ουτος εν αμπελωνι ναβουθαι οτι καταβεβηκεν εκει κληρονομησαι αυτον

20:19 και λαλησεις προς αυτον λεγων ταδε λεγει κυριος ως συ εφονευσας και εκληρονομησας δια τουτο ταδε λεγει κυριος εν παντι τοπω ω ελειξαν αι υες και οι κυνες το αιμα ναβουθαι εκει λειξουσιν οι κυνες το αιμα σου και αι πορναι λουσονται εν τω αιματι σου

20:20 και ειπεν αχααβ προς ηλιου ει ευρηκας με ο εχθρος μου και ειπεν ευρηκα διοτι ματην πεπρασαι ποιησαι το πονηρον ενωπιον κυριου παροργισαι αυτον

20:21 ταδε λεγει κυριος ιδου εγω επαγω επι σε κακα και εκκαυσω οπισω σου και εξολεθρευσω του αχααβ ουρουντα προς τοιχον και συνεχομενον και εγκαταλελειμμενον εν ισραηλ

20:22 και δωσω τον οικον σου ως τον οικον ιεροβοαμ υιου ναβατ και ως τον οικον βαασα υιου αχια περι των παροργισματων ων παρωργισας και εξημαρτες τον ισραηλ

20:23 και τη ιεζαβελ ελαλησεν κυριος λεγων οι κυνες καταφαγονται αυτην εν τω προτειχισματι ιεζραελ

20:24 τον τεθνηκοτα του αχααβ εν τη πολει φαγονται οι κυνες και τον τεθνηκοτα αυτου εν τω πεδιω φαγονται τα πετεινα του ουρανου

20:25 πλην ματαιως αχααβ ως επραθη ποιησαι το πονηρον ενωπιον κυριου ως μετεθηκεν αυτον ιεζαβελ η γυνη αυτου

20:26 και εβδελυχθη σφοδρα πορευεσθαι οπισω των βδελυγματων κατα παντα α εποιησεν ο αμορραιος ον εξωλεθρευσεν κυριος απο προσωπου υιων ισραηλ

20:27 και υπερ του λογου ως κατενυγη αχααβ απο προσωπου του κυριου και επορευετο κλαιων και διερρηξεν τον χιτωνα αυτου και εζωσατο σακκον επι το σωμα αυτου και ενηστευσεν και περιεβαλετο σακκον εν τη ημερα η επαταξεν ναβουθαι τον ιεζραηλιτην

20:28 και εγενετο ρημα κυριου εν χειρι δουλου αυτου ηλιου περι αχααβ και ειπεν κυριος

20:29 εωρακας ως κατενυγη αχααβ απο προσωπου μου ουκ επαξω την κακιαν εν ταις ημεραις αυτου αλλ' εν ταις ημεραις του υιου αυτου επαξω την κακιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase