HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Kings 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

21:1 και συνηθροισεν υιος αδερ πασαν την δυναμιν αυτου και ανεβη και περιεκαθισεν επι σαμαρειαν και τριακοντα και δυο βασιλεις μετ' αυτου και πας ιππος και αρμα και ανεβησαν και περιεκαθισαν επι σαμαρειαν και επολεμησαν επ' αυτην

21:2 και απεστειλεν προς αχααβ βασιλεα ισραηλ εις την πολιν

21:3 και ειπεν προς αυτον ταδε λεγει υιος αδερ το αργυριον σου και το χρυσιον σου εμον εστιν και αι γυναικες σου και τα τεκνα σου εμα εστιν

21:4 και απεκριθη ο βασιλευς ισραηλ και ειπεν καθως ελαλησας κυριε βασιλευ σος εγω ειμι και παντα τα εμα

21:5 και ανεστρεψαν οι αγγελοι και ειπον ταδε λεγει υιος αδερ εγω απεσταλκα προς σε λεγων το αργυριον σου και το χρυσιον σου και τας γυναικας σου και τα τεκνα σου δωσεις εμοι

21:6 οτι ταυτην την ωραν αυριον αποστελω τους παιδας μου προς σε και ερευνησουσιν τον οικον σου και τους οικους των παιδων σου και εσται τα επιθυμηματα οφθαλμων αυτων εφ' α αν επιβαλωσι τας χειρας αυτων και λημψονται

21:7 και εκαλεσεν ο βασιλευς ισραηλ παντας τους πρεσβυτερους και ειπεν γνωτε δη και ιδετε οτι κακιαν ουτος ζητει οτι απεσταλκεν προς με περι των γυναικων μου και περι των υιων μου και περι των θυγατερων μου το αργυριον μου και το χρυσιον μου ουκ απεκωλυσα απ' αυτου

21:8 και ειπαν αυτω οι πρεσβυτεροι και πας ο λαος μη ακουσης και μη θελησης

21:9 και ειπεν τοις αγγελοις υιου αδερ λεγετε τω κυριω υμων παντα οσα απεσταλκας προς τον δουλον σου εν πρωτοις ποιησω το δε ρημα τουτο ου δυνησομαι ποιησαι και απηραν οι ανδρες και επεστρεψαν αυτω λογον

21:10 και ανταπεστειλεν προς αυτον υιος αδερ λεγων ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη ει εκποιησει ο χους σαμαρειας ταις αλωπεξιν παντι τω λαω τοις πεζοις μου

21:11 και απεκριθη ο βασιλευς ισραηλ και ειπεν ικανουσθω μη καυχασθω ο κυρτος ως ο ορθος

21:12 και εγενετο οτε απεκριθη αυτω τον λογον τουτον πινων ην αυτος και παντες οι βασιλεις μετ' αυτου εν σκηναις και ειπεν τοις παισιν αυτου οικοδομησατε χαρακα και εθεντο χαρακα επι την πολιν

21:13 και ιδου προφητης εις προσηλθεν τω βασιλει ισραηλ και ειπεν ταδε λεγει κυριος ει εορακας παντα τον οχλον τον μεγαν τουτον ιδου εγω διδωμι αυτον σημερον εις χειρας σας και γνωση οτι εγω κυριος

21:14 και ειπεν αχααβ εν τινι και ειπεν ταδε λεγει κυριος εν τοις παιδαριοις των αρχοντων των χωρων και ειπεν αχααβ τις συναψει τον πολεμον και ειπεν συ

21:15 και επεσκεψατο αχααβ τα παιδαρια των αρχοντων των χωρων και εγενοντο διακοσιοι και τριακοντα και μετα ταυτα επεσκεψατο τον λαον παν υιον δυναμεως εξηκοντα χιλιαδας

21:16 και εξηλθεν μεσημβριας και υιος αδερ πινων μεθυων εν σοκχωθ αυτος και οι βασιλεις τριακοντα και δυο βασιλεις συμβοηθοι μετ' αυτου

21:17 και εξηλθον παιδαρια αρχοντων των χωρων εν πρωτοις και αποστελλουσιν και απαγγελλουσιν τω βασιλει συριας λεγοντες ανδρες εξεληλυθασιν εκ σαμαρειας

21:18 και ειπεν αυτοις ει εις ειρηνην ουτοι εκπορευονται συλλαβετε αυτους ζωντας και ει εις πολεμον ζωντας συλλαβετε αυτους

21:19 και μη εξελθατωσαν εκ της πολεως τα παιδαρια αρχοντων των χωρων και η δυναμις οπισω αυτων

21:20 επαταξεν εκαστος τον παρ' αυτου και εδευτερωσεν εκαστος τον παρ' αυτου και εφυγεν συρια και κατεδιωξεν αυτους ισραηλ και σωζεται υιος αδερ βασιλευς συριας εφ' ιππου ιππεως

21:21 και εξηλθεν βασιλευς ισραηλ και ελαβεν παντας τους ιππους και τα αρματα και επαταξεν πληγην μεγαλην εν συρια

21:22 και προσηλθεν ο προφητης προς βασιλεα ισραηλ και ειπεν κραταιου και γνωθι και ιδε τι ποιησεις οτι επιστρεφοντος του ενιαυτου υιος αδερ βασιλευς συριας αναβαινει επι σε

21:23 και οι παιδες βασιλεως συριας ειπον θεος ορεων θεος ισραηλ και ου θεος κοιλαδων δια τουτο εκραταιωσεν υπερ ημας εαν δε πολεμησωμεν αυτους κατ' ευθυ ει μη κραταιωσομεν υπερ αυτους

21:24 και το ρημα τουτο ποιησον αποστησον τους βασιλεις εκαστον εις τον τοπον αυτων και θου αντ' αυτων σατραπας

21:25 και αλλαξομεν σοι δυναμιν κατα την δυναμιν την πεσουσαν απο σου και ιππον κατα την ιππον και αρματα κατα τα αρματα και πολεμησομεν προς αυτους κατ' ευθυ και κραταιωσομεν υπερ αυτους και ηκουσεν της φωνης αυτων και εποιησεν ουτως

21:26 και εγενετο επιστρεψαντος του ενιαυτου και επεσκεψατο υιος αδερ την συριαν και ανεβη εις αφεκα εις πολεμον επι ισραηλ

21:27 και οι υιοι ισραηλ επεσκεπησαν και παρεγενοντο εις απαντην αυτων και παρενεβαλεν ισραηλ εξ εναντιας αυτων ωσει δυο ποιμνια αιγων και συρια επλησεν την γην

21:28 και προσηλθεν ο ανθρωπος του θεου και ειπεν τω βασιλει ισραηλ ταδε λεγει κυριος ανθ' ων ειπεν συρια θεος ορεων κυριος ο θεος ισραηλ και ου θεος κοιλαδων αυτος και δωσω την δυναμιν την μεγαλην ταυτην εις χειρα σην και γνωση οτι εγω κυριος

21:29 και παρεμβαλλουσιν ουτοι απεναντι τουτων επτα ημερας και εγενετο εν τη ημερα τη εβδομη και προσηγαγεν ο πολεμος και επαταξεν ισραηλ την συριαν εκατον χιλιαδας πεζων μια ημερα

21:30 και εφυγον οι καταλοιποι εις αφεκα εις την πολιν και επεσεν το τειχος επι εικοσι και επτα χιλιαδας ανδρων των καταλοιπων και υιος αδερ εφυγεν και εισηλθεν εις τον οικον του κοιτωνος εις το ταμιειον

21:31 και ειπεν τοις παισιν αυτου οιδα οτι βασιλεις ισραηλ βασιλεις ελεους εισιν επιθωμεθα δη σακκους επι τας οσφυας ημων και σχοινια επι τας κεφαλας ημων και εξελθωμεν προς βασιλεα ισραηλ ει πως ζωογονησει τας ψυχας ημων

21:32 και περιεζωσαντο σακκους επι τας οσφυας αυτων και εθεσαν σχοινια επι τας κεφαλας αυτων και ειπον τω βασιλει ισραηλ δουλος σου υιος αδερ λεγει ζησατω δη η ψυχη μου και ειπεν ει ετι ζη αδελφος μου εστιν

21:33 και οι ανδρες οιωνισαντο και εσπευσαν και ανελεξαν τον λογον εκ του στοματος αυτου και ειπον αδελφος σου υιος αδερ και ειπεν εισελθατε και λαβετε αυτον και εξηλθεν προς αυτον υιος αδερ και αναβιβαζουσιν αυτον προς αυτον επι το αρμα

21:34 και ειπεν προς αυτον τας πολεις ας ελαβεν ο πατηρ μου παρα του πατρος σου αποδωσω σοι και εξοδους θησεις σαυτω εν δαμασκω καθως εθετο ο πατηρ μου εν σαμαρεια και εγω εν διαθηκη εξαποστελω σε και διεθετο αυτω διαθηκην και εξαπεστειλεν αυτον

21:35 και ανθρωπος εις εκ των υιων των προφητων ειπεν προς τον πλησιον αυτου εν λογω κυριου παταξον δη με και ουκ ηθελησεν ο ανθρωπος παταξαι αυτον

21:36 και ειπεν προς αυτον ανθ' ων ουκ ηκουσας της φωνης κυριου ιδου συ αποτρεχεις απ' εμου και παταξει σε λεων και απηλθεν απ' αυτου και ευρισκει αυτον λεων και επαταξεν αυτον

21:37 και ευρισκει ανθρωπον αλλον και ειπεν παταξον με δη και επαταξεν αυτον ο ανθρωπος παταξας και συνετριψεν

21:38 και επορευθη ο προφητης και εστη τω βασιλει ισραηλ επι της οδου και κατεδησατο τελαμωνι τους οφθαλμους αυτου

21:39 και εγενετο ως ο βασιλευς παρεπορευετο και ουτος εβοα προς τον βασιλεα και ειπεν ο δουλος σου εξηλθεν επι την στρατιαν του πολεμου και ιδου ανηρ εισηγαγεν προς με ανδρα και ειπεν προς με φυλαξον τουτον τον ανδρα εαν δε εκπηδων εκπηδηση και εσται η ψυχη σου αντι της ψυχης αυτου η ταλαντον αργυριου στησεις

21:40 και εγενηθη περιεβλεψατο ο δουλος σου ωδε και ωδε και ουτος ουκ ην και ειπεν προς αυτον ο βασιλευς ισραηλ ιδου και τα ενεδρα παρ' εμοι εφονευσας

21:41 και εσπευσεν και αφειλεν τον τελαμωνα απο των οφθαλμων αυτου και επεγνω αυτον ο βασιλευς ισραηλ οτι εκ των προφητων ουτος

21:42 και ειπεν προς αυτον ταδε λεγει κυριος διοτι εξηνεγκας συ ανδρα ολεθριον εκ χειρος σου και εσται η ψυχη σου αντι της ψυχης αυτου και ο λαος σου αντι του λαου αυτου

21:43 και απηλθεν ο βασιλευς ισραηλ συγκεχυμενος και εκλελυμενος και ερχεται εις σαμαρειαν

 

Created with FREE HTMLCompiler by BibleDatabase