HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

2:1 και εγενετο εν τω αναγειν κυριον τον ηλιου εν συσσεισμω ως εις τον ουρανον και επορευθη ηλιου και ελισαιε εκ γαλγαλων

2:2 και ειπεν ηλιου προς ελισαιε καθου δη ενταυθα οτι κυριος απεσταλκεν με εως βαιθηλ και ειπεν ελισαιε ζη κυριος και ζη η ψυχη σου ει καταλειψω σε και ηλθον εις βαιθηλ

2:3 και ηλθον οι υιοι των προφητων οι εν βαιθηλ προς ελισαιε και ειπον προς αυτον ει εγνως οτι κυριος σημερον λαμβανει τον κυριον σου επανωθεν της κεφαλης σου και ειπεν καγω εγνωκα σιωπατε

2:4 και ειπεν ηλιου προς ελισαιε καθου δη ενταυθα οτι κυριος απεσταλκεν με εις ιεριχω και ειπεν ελισαιε ζη κυριος και ζη η ψυχη σου ει εγκαταλειψω σε και ηλθον εις ιεριχω

2:5 και ηγγισαν οι υιοι των προφητων οι εν ιεριχω προς ελισαιε και ειπαν προς αυτον ει εγνως οτι σημερον λαμβανει κυριος τον κυριον σου επανωθεν της κεφαλης σου και ειπεν και γε εγω εγνων σιωπατε

2:6 και ειπεν αυτω ηλιου καθου δη ωδε οτι κυριος απεσταλκεν με εως του ιορδανου και ειπεν ελισαιε ζη κυριος και ζη η ψυχη σου ει εγκαταλειψω σε και επορευθησαν αμφοτεροι

2:7 και πεντηκοντα ανδρες υιοι των προφητων και εστησαν εξ εναντιας μακροθεν και αμφοτεροι εστησαν επι του ιορδανου

2:8 και ελαβεν ηλιου την μηλωτην αυτου και ειλησεν και επαταξεν το υδωρ και διηρεθη το υδωρ ενθα και ενθα και διεβησαν αμφοτεροι εν ερημω

2:9 και εγενετο εν τω διαβηναι αυτους και ηλιου ειπεν προς ελισαιε αιτησαι τι ποιησω σοι πριν η αναλημφθηναι με απο σου και ειπεν ελισαιε γενηθητω δη διπλα εν πνευματι σου επ' εμε

2:10 και ειπεν ηλιου εσκληρυνας του αιτησασθαι εαν ιδης με αναλαμβανομενον απο σου και εσται σοι ουτως και εαν μη ου μη γενηται

2:11 και εγενετο αυτων πορευομενων επορευοντο και ελαλουν και ιδου αρμα πυρος και ιπποι πυρος και διεστειλαν ανα μεσον αμφοτερων και ανελημφθη ηλιου εν συσσεισμω ως εις τον ουρανον

2:12 και ελισαιε εωρα και εβοα πατερ πατερ αρμα ισραηλ και ιππευς αυτου και ουκ ειδεν αυτον ετι και επελαβετο των ιματιων αυτου και διερρηξεν αυτα εις δυο ρηγματα

2:13 και υψωσεν την μηλωτην ηλιου η επεσεν επανωθεν ελισαιε και επεστρεψεν ελισαιε και εστη επι του χειλους του ιορδανου

2:14 και ελαβεν την μηλωτην ηλιου η επεσεν επανωθεν αυτου και επαταξεν το υδωρ και ου διεστη και ειπεν που ο θεος ηλιου αφφω και επαταξεν τα υδατα και διερραγησαν ενθα και ενθα και διεβη ελισαιε

2:15 και ειδον αυτον οι υιοι των προφητων οι εν ιεριχω εξ εναντιας και ειπον επαναπεπαυται το πνευμα ηλιου επι ελισαιε και ηλθον εις συναντην αυτου και προσεκυνησαν αυτω επι την γην

2:16 και ειπον προς αυτον ιδου δη μετα των παιδων σου πεντηκοντα ανδρες υιοι δυναμεως πορευθεντες δη ζητησατωσαν τον κυριον σου μηποτε ηρεν αυτον πνευμα κυριου και ερριψεν αυτον εν τω ιορδανη η εφ' εν των ορεων η εφ' ενα των βουνων και ειπεν ελισαιε ουκ αποστελειτε

2:17 και παρεβιασαντο αυτον εως οτου ησχυνετο και ειπεν αποστειλατε και απεστειλαν πεντηκοντα ανδρας και εζητησαν τρεις ημερας και ουχ ευρον αυτον

2:18 και ανεστρεψαν προς αυτον και αυτος εκαθητο εν ιεριχω και ειπεν ελισαιε ουκ ειπον προς υμας μη πορευθητε

2:19 και ειπον οι ανδρες της πολεως προς ελισαιε ιδου η κατοικησις της πολεως αγαθη καθως ο κυριος βλεπει και τα υδατα πονηρα και η γη ατεκνουμενη

2:20 και ειπεν ελισαιε λαβετε μοι υδρισκην καινην και θετε εκει αλα και ελαβον προς αυτον

2:21 και εξηλθεν ελισαιε εις την διεξοδον των υδατων και ερριψεν εκει αλα και ειπεν ταδε λεγει κυριος ιαμαι τα υδατα ταυτα ουκ εσται ετι εκειθεν θανατος και ατεκνουμενη

2:22 και ιαθησαν τα υδατα εως της ημερας ταυτης κατα το ρημα ελισαιε ο ελαλησεν

2:23 και ανεβη εκειθεν εις βαιθηλ και αναβαινοντος αυτου εν τη οδω και παιδαρια μικρα εξηλθον εκ της πολεως και κατεπαιζον αυτου και ειπον αυτω αναβαινε φαλακρε αναβαινε

2:24 και εξενευσεν οπισω αυτων και ειδεν αυτα και κατηρασατο αυτοις εν ονοματι κυριου και ιδου εξηλθον δυο αρκοι εκ του δρυμου και ανερρηξαν εξ αυτων τεσσαρακοντα και δυο παιδας

2:25 και επορευθη εκειθεν εις το ορος το καρμηλιον και εκειθεν επεστρεψεν εις σαμαρειαν

 

Created with FREE HTMLCompiler by BibleDatabase