HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

5:1 και ναιμαν ο αρχων της δυναμεως συριας ην ανηρ μεγας ενωπιον του κυριου αυτου και τεθαυμασμενος προσωπω οτι εν αυτω εδωκεν κυριος σωτηριαν συρια και ο ανηρ ην δυνατος ισχυι λελεπρωμενος

5:2 και συρια εξηλθον μονοζωνοι και ηχμαλωτευσαν εκ γης ισραηλ νεανιδα μικραν και ην ενωπιον της γυναικος ναιμαν

5:3 η δε ειπεν τη κυρια αυτης οφελον ο κυριος μου ενωπιον του προφητου του θεου του εν σαμαρεια τοτε αποσυναξει αυτον απο της λεπρας αυτου

5:4 και εισηλθεν και απηγγειλεν τω κυριω εαυτης και ειπεν ουτως και ουτως ελαλησεν η νεανις η εκ γης ισραηλ

5:5 και ειπεν βασιλευς συριας προς ναιμαν δευρο εισελθε και εξαποστελω βιβλιον προς βασιλεα ισραηλ και επορευθη και ελαβεν εν τη χειρι αυτου δεκα ταλαντα αργυριου και εξακισχιλιους χρυσους και δεκα αλλασσομενας στολας

5:6 και ηνεγκεν το βιβλιον προς τον βασιλεα ισραηλ λεγων και νυν ως αν ελθη το βιβλιον τουτο προς σε ιδου απεστειλα προς σε ναιμαν τον δουλον μου και αποσυναξεις αυτον απο της λεπρας αυτου

5:7 και εγενετο ως ανεγνω βασιλευς ισραηλ το βιβλιον διερρηξεν τα ιματια αυτου και ειπεν μη θεος εγω του θανατωσαι και ζωοποιησαι οτι ουτος αποστελλει προς με αποσυναξαι ανδρα απο της λεπρας αυτου οτι πλην γνωτε δη και ιδετε οτι προφασιζεται ουτος με

5:8 και εγενετο ως ηκουσεν ελισαιε οτι διερρηξεν ο βασιλευς ισραηλ τα ιματια εαυτου και απεστειλεν προς τον βασιλεα ισραηλ λεγων ινα τι διερρηξας τα ιματια σου ελθετω δη προς με ναιμαν και γνωτω οτι εστιν προφητης εν ισραηλ

5:9 και ηλθεν ναιμαν εν ιππω και αρματι και εστη επι θυρας οικου ελισαιε

5:10 και απεστειλεν ελισαιε αγγελον προς αυτον λεγων πορευθεις λουσαι επτακις εν τω ιορδανη και επιστρεψει η σαρξ σου σοι και καθαρισθηση

5:11 και εθυμωθη ναιμαν και απηλθεν και ειπεν ιδου δη ελεγον οτι εξελευσεται προς με και στησεται και επικαλεσεται εν ονοματι θεου αυτου και επιθησει την χειρα αυτου επι τον τοπον και αποσυναξει το λεπρον

5:12 ουχι αγαθος αβανα και φαρφαρ ποταμοι δαμασκου υπερ ιορδανην και παντα τα υδατα ισραηλ ουχι πορευθεις λουσομαι εν αυτοις και καθαρισθησομαι και εξεκλινεν και απηλθεν εν θυμω

5:13 και ηγγισαν οι παιδες αυτου και ελαλησαν προς αυτον μεγαν λογον ελαλησεν ο προφητης προς σε ουχι ποιησεις και οτι ειπεν προς σε λουσαι και καθαρισθητι

5:14 και κατεβη ναιμαν και εβαπτισατο εν τω ιορδανη επτακι κατα το ρημα ελισαιε και επεστρεψεν η σαρξ αυτου ως σαρξ παιδαριου μικρου και εκαθαρισθη

5:15 και επεστρεψεν προς ελισαιε αυτος και πασα η παρεμβολη αυτου και ηλθεν και εστη και ειπεν ιδου δη εγνωκα οτι ουκ εστιν θεος εν παση τη γη οτι αλλ' η εν τω ισραηλ και νυν λαβε την ευλογιαν παρα του δουλου σου

5:16 και ειπεν ελισαιε ζη κυριος ω παρεστην ενωπιον αυτου ει λημψομαι και παρεβιασατο αυτον λαβειν και ηπειθησεν

5:17 και ειπεν ναιμαν και ει μη δοθητω δη τω δουλω σου γομος ζευγους ημιονων και συ μοι δωσεις εκ της γης της πυρρας οτι ου ποιησει ετι ο δουλος σου ολοκαυτωμα και θυσιασμα θεοις ετεροις αλλ' η τω κυριω μονω

5:18 και ιλασεται κυριος τω δουλω σου εν τω εισπορευεσθαι τον κυριον μου εις οικον ρεμμαν προσκυνησαι αυτον και επαναπαυσεται επι της χειρος μου και προσκυνησω εν οικω ρεμμαν εν τω προσκυνειν αυτον εν οικω ρεμμαν και ιλασεται δη κυριος τω δουλω σου εν τω λογω τουτω

5:19 και ειπεν ελισαιε προς ναιμαν δευρο εις ειρηνην και απηλθεν απ' αυτου εις δεβραθα της γης

5:20 και ειπεν γιεζι το παιδαριον ελισαιε ιδου εφεισατο ο κυριος μου του ναιμαν του συρου τουτου του μη λαβειν εκ χειρος αυτου α ενηνοχεν ζη κυριος οτι ει μη δραμουμαι οπισω αυτου και λημψομαι παρ' αυτου τι

5:21 και εδιωξε γιεζι οπισω του ναιμαν και ειδεν αυτον ναιμαν τρεχοντα οπισω αυτου και επεστρεψεν απο του αρματος εις απαντην αυτου

5:22 και ειπεν ειρηνη ο κυριος μου απεστειλεν με λεγων ιδου νυν ηλθον προς με δυο παιδαρια εξ ορους εφραιμ απο των υιων των προφητων δος δη αυτοις ταλαντον αργυριου και δυο αλλασσομενας στολας

5:23 και ειπεν ναιμαν λαβε διταλαντον αργυριου και ελαβεν εν δυσι θυλακοις και δυο αλλασσομενας στολας και εδωκεν επι δυο παιδαρια αυτου και ηραν εμπροσθεν αυτου

5:24 και ηλθον εις το σκοτεινον και ελαβεν εκ των χειρων αυτων και παρεθετο εν οικω και εξαπεστειλεν τους ανδρας

5:25 και αυτος εισηλθεν και παρειστηκει προς τον κυριον αυτου και ειπεν προς αυτον ελισαιε ποθεν γιεζι και ειπεν γιεζι ου πεπορευται ο δουλος σου ενθα και ενθα

5:26 και ειπεν προς αυτον ελισαιε ουχι η καρδια μου επορευθη μετα σου οτε επεστρεψεν ο ανηρ απο του αρματος εις συναντην σοι και νυν ελαβες το αργυριον και νυν ελαβες τα ιματια και λημψη εν αυτω κηπους και ελαιωνας και αμπελωνας και προβατα και βοας και παιδας και παιδισκας

5:27 και η λεπρα ναιμαν κολληθησεται εν σοι και εν τω σπερματι σου εις τον αιωνα και εξηλθεν εκ προσωπου αυτου λελεπρωμενος ωσει χιων

 

Created with FREE HTMLCompiler by BibleDatabase