HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

7:1 και ειπεν ελισαιε ακουσον λογον κυριου ταδε λεγει κυριος ως η ωρα αυτη αυριον μετρον σεμιδαλεως σικλου και διμετρον κριθων σικλου εν ταις πυλαις σαμαρειας

7:2 και απεκριθη ο τριστατης εφ' ον ο βασιλευς επανεπαυετο επι την χειρα αυτου τω ελισαιε και ειπεν ιδου ποιησει κυριος καταρρακτας εν ουρανω μη εσται το ρημα τουτο και ελισαιε ειπεν ιδου συ οψη τοις οφθαλμοις σου και εκειθεν ου φαγη

7:3 και τεσσαρες ανδρες ησαν λεπροι παρα την θυραν της πολεως και ειπεν ανηρ προς τον πλησιον αυτου τι ημεις καθημεθα ωδε εως αποθανωμεν

7:4 εαν ειπωμεν εισελθωμεν εις την πολιν και ο λιμος εν τη πολει και αποθανουμεθα εκει και εαν καθισωμεν ωδε και αποθανουμεθα και νυν δευτε και εμπεσωμεν εις την παρεμβολην συριας εαν ζωογονησωσιν ημας και ζησομεθα και εαν θανατωσωσιν ημας και αποθανουμεθα

7:5 και ανεστησαν εν τω σκοτει εισελθειν εις την παρεμβολην συριας και ηλθον εις μερος της παρεμβολης συριας και ιδου ουκ εστιν ανηρ εκει

7:6 και κυριος ακουστην εποιησεν την παρεμβολην συριας φωνην αρματος και φωνην ιππου και φωνην δυναμεως μεγαλης και ειπεν ανηρ προς τον αδελφον αυτου νυν εμισθωσατο εφ' ημας βασιλευς ισραηλ τους βασιλεας των χετταιων και τους βασιλεας αιγυπτου του ελθειν εφ' ημας

7:7 και ανεστησαν και απεδρασαν εν τω σκοτει και εγκατελιπαν τας σκηνας αυτων και τους ιππους αυτων και τους ονους αυτων εν τη παρεμβολη ως εστιν και εφυγον προς την ψυχην εαυτων

7:8 και εισηλθον οι λεπροι ουτοι εως μερους της παρεμβολης και εισηλθον εις σκηνην μιαν και εφαγον και επιον και ηραν εκειθεν αργυριον και χρυσιον και ιματισμον και επορευθησαν και επεστρεψαν και εισηλθον εις σκηνην αλλην και ελαβον εκειθεν και επορευθησαν και κατεκρυψαν

7:9 και ειπεν ανηρ προς τον πλησιον αυτου ουχ ουτως ημεις ποιουμεν η ημερα αυτη ημερα ευαγγελιας εστιν και ημεις σιωπωμεν και μενομεν εως φωτος του πρωι και ευρησομεν ανομιαν και νυν δευρο και εισελθωμεν και αναγγειλωμεν εις τον οικον του βασιλεως

7:10 και εισηλθον και εβοησαν προς την πυλην της πολεως και ανηγγειλαν αυτοις λεγοντες εισηλθομεν εις την παρεμβολην συριας και ιδου ουκ εστιν εκει ανηρ και φωνη ανθρωπου οτι ει μη ιππος δεδεμενος και ονος και αι σκηναι αυτων ως εισιν

7:11 και εβοησαν οι θυρωροι και ανηγγειλαν εις τον οικον του βασιλεως εσω

7:12 και ανεστη ο βασιλευς νυκτος και ειπεν προς τους παιδας αυτου αναγγελω δη υμιν α εποιησεν ημιν συρια εγνωσαν οτι πεινωμεν ημεις και εξηλθαν εκ της παρεμβολης και εκρυβησαν εν τω αγρω λεγοντες οτι εξελευσονται εκ της πολεως και συλλημψομεθα αυτους ζωντας και εις την πολιν εισελευσομεθα

7:13 και απεκριθη εις των παιδων αυτου και ειπεν λαβετωσαν δη πεντε των ιππων των υπολελειμμενων οι κατελειφθησαν ωδε ιδου εισιν προς παν το πληθος ισραηλ το εκλειπον και αποστελουμεν εκει και οψομεθα

7:14 και ελαβον δυο επιβατας ιππων και απεστειλεν ο βασιλευς ισραηλ οπισω του βασιλεως συριας λεγων δευτε και ιδετε

7:15 και επορευθησαν οπισω αυτων εως του ιορδανου και ιδου πασα η οδος πληρης ιματιων και σκευων ων ερριψεν συρια εν τω θαμβεισθαι αυτους και επεστρεψαν οι αγγελοι και ανηγγειλαν τω βασιλει

7:16 και εξηλθεν ο λαος και διηρπασεν την παρεμβολην συριας και εγενετο μετρον σεμιδαλεως σικλου και διμετρον κριθων σικλου κατα το ρημα κυριου

7:17 και ο βασιλευς κατεστησεν τον τριστατην εφ' ον ο βασιλευς επανεπαυετο επι τη χειρι αυτου επι της πυλης και συνεπατησεν αυτον ο λαος εν τη πυλη και απεθανεν καθα ελαλησεν ο ανθρωπος του θεου ος ελαλησεν εν τω καταβηναι τον αγγελον προς αυτον

7:18 και εγενετο καθα ελαλησεν ελισαιε προς τον βασιλεα λεγων διμετρον κριθης σικλου και μετρον σεμιδαλεως σικλου και εσται ως η ωρα αυτη αυριον εν τη πυλη σαμαρειας

7:19 και απεκριθη ο τριστατης τω ελισαιε και ειπεν ιδου κυριος ποιει καταρρακτας εν τω ουρανω μη εσται το ρημα τουτο και ειπεν ελισαιε ιδου οψη τοις οφθαλμοις σου και εκειθεν ου φαγη

7:20 και εγενετο ουτως και συνεπατησεν αυτον ο λαος εν τη πυλη και απεθανεν

 

Created with FREE HTMLCompiler by BibleDatabase