HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

8:1 και ελισαιε ελαλησεν προς την γυναικα ης εζωπυρησεν τον υιον λεγων αναστηθι και δευρο συ και ο οικος σου και παροικει ου εαν παροικησης οτι κεκληκεν κυριος λιμον επι την γην και γε ηλθεν επι την γην επτα ετη

8:2 και ανεστη η γυνη και εποιησεν κατα το ρημα ελισαιε και επορευθη αυτη και ο οικος αυτης και παρωκει εν γη αλλοφυλων επτα ετη

8:3 και εγενετο μετα το τελος των επτα ετων και επεστρεψεν η γυνη εκ γης αλλοφυλων εις την πολιν και ηλθεν βοησαι προς τον βασιλεα περι του οικου εαυτης και περι των αγρων εαυτης

8:4 και ο βασιλευς ελαλει προς γιεζι το παιδαριον ελισαιε του ανθρωπου του θεου λεγων διηγησαι δη μοι παντα τα μεγαλα α εποιησεν ελισαιε

8:5 και εγενετο αυτου εξηγουμενου τω βασιλει ως εζωπυρησεν υιον τεθνηκοτα και ιδου η γυνη ης εζωπυρησεν τον υιον αυτης ελισαιε βοωσα προς τον βασιλεα περι του οικου εαυτης και περι των αγρων εαυτης και ειπεν γιεζι κυριε βασιλευ αυτη η γυνη και ουτος ο υιος αυτης ον εζωπυρησεν ελισαιε

8:6 και επηρωτησεν ο βασιλευς την γυναικα και διηγησατο αυτω και εδωκεν αυτη ο βασιλευς ευνουχον ενα λεγων επιστρεψον παντα τα αυτης και παντα τα γενηματα του αγρου αυτης απο της ημερας ης κατελιπεν την γην εως του νυν

8:7 και ηλθεν ελισαιε εις δαμασκον και υιος αδερ βασιλευς συριας ηρρωστει και ανηγγειλαν αυτω λεγοντες ηκει ο ανθρωπος του θεου εως ωδε

8:8 και ειπεν ο βασιλευς προς αζαηλ λαβε εν τη χειρι σου μαναα και δευρο εις απαντην τω ανθρωπω του θεου και επιζητησον τον κυριον παρ' αυτου λεγων ει ζησομαι εκ της αρρωστιας μου ταυτης

8:9 και επορευθη αζαηλ εις απαντην αυτου και ελαβεν μαναα εν τη χειρι αυτου και παντα τα αγαθα δαμασκου αρσιν τεσσαρακοντα καμηλων και ηλθεν και εστη ενωπιον αυτου και ειπεν προς ελισαιε ο υιος σου υιος αδερ βασιλευς συριας απεστειλεν με προς σε λεγων ει ζησομαι εκ της αρρωστιας μου ταυτης

8:10 και ειπεν ελισαιε δευρο ειπον αυτω ζωη ζηση και εδειξεν μοι κυριος οτι θανατω αποθανη

8:11 και παρεστη τω προσωπω αυτου και εθηκεν εως αισχυνης και εκλαυσεν ο ανθρωπος του θεου

8:12 και ειπεν αζαηλ τι οτι ο κυριος μου κλαιει και ειπεν οτι οιδα οσα ποιησεις τοις υιοις ισραηλ κακα τα οχυρωματα αυτων εξαποστελεις εν πυρι και τους εκλεκτους αυτων εν ρομφαια αποκτενεις και τα νηπια αυτων ενσεισεις και τας εν γαστρι εχουσας αυτων αναρρηξεις

8:13 και ειπεν αζαηλ τις εστιν ο δουλος σου ο κυων ο τεθνηκως οτι ποιησει το ρημα τουτο και ειπεν ελισαιε εδειξεν μοι κυριος σε βασιλευοντα επι συριαν

8:14 και απηλθεν απο ελισαιε και εισηλθεν προς τον κυριον αυτου και ειπεν αυτω τι ειπεν σοι ελισαιε και ειπεν ειπεν μοι ζωη ζηση

8:15 και εγενετο τη επαυριον και ελαβεν το μαχμα και εβαψεν εν τω υδατι και περιεβαλεν επι το προσωπον αυτου και απεθανεν και εβασιλευσεν αζαηλ αντ' αυτου

8:16 εν ετει πεμπτω τω ιωραμ υιω αχααβ βασιλει ισραηλ εβασιλευσεν ιωραμ υιος ιωσαφατ βασιλευς ιουδα

8:17 υιος τριακοντα και δυο ετων ην εν τω βασιλευειν αυτον και οκτω ετη εβασιλευσεν εν ιερουσαλημ

8:18 και επορευθη εν οδω βασιλεων ισραηλ καθως εποιησεν οικος αχααβ οτι θυγατηρ αχααβ ην αυτω εις γυναικα και εποιησεν το πονηρον ενωπιον κυριου

8:19 και ουκ ηθελησεν κυριος διαφθειραι τον ιουδαν δια δαυιδ τον δουλον αυτου καθως ειπεν δουναι αυτω λυχνον και τοις υιοις αυτου πασας τας ημερας

8:20 εν ταις ημεραις αυτου ηθετησεν εδωμ υποκατωθεν χειρος ιουδα και εβασιλευσαν εφ' εαυτους βασιλεα

8:21 και ανεβη ιωραμ εις σιωρ και παντα τα αρματα μετ' αυτου και εγενετο αυτου ανασταντος και επαταξεν τον εδωμ τον κυκλωσαντα επ' αυτον και τους αρχοντας των αρματων και εφυγεν ο λαος εις τα σκηνωματα αυτων

8:22 και ηθετησεν εδωμ υποκατωθεν χειρος ιουδα εως της ημερας ταυτης τοτε ηθετησεν λοβενα εν τω καιρω εκεινω

8:23 και τα λοιπα των λογων ιωραμ και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραπται επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

8:24 και εκοιμηθη ιωραμ μετα των πατερων αυτου και εταφη μετα των πατερων αυτου εν πολει δαυιδ του πατρος αυτου και εβασιλευσεν οχοζιας υιος αυτου αντ' αυτου

8:25 εν ετει δωδεκατω τω ιωραμ υιω αχααβ βασιλει ισραηλ εβασιλευσεν οχοζιας υιος ιωραμ

8:26 υιος εικοσι και δυο ετων οχοζιας εν τω βασιλευειν αυτον και ενιαυτον ενα εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου γοθολια θυγατηρ αμβρι βασιλεως ισραηλ

8:27 και επορευθη εν οδω οικου αχααβ και εποιησεν το πονηρον ενωπιον κυριου καθως ο οικος αχααβ

8:28 και επορευθη μετα ιωραμ υιου αχααβ εις πολεμον μετα αζαηλ βασιλεως αλλοφυλων εν ρεμμωθ γαλααδ και επαταξαν οι συροι τον ιωραμ

8:29 και επεστρεψεν ο βασιλευς ιωραμ του ιατρευθηναι εν ιεζραελ απο των πληγων ων επαταξαν αυτον εν ρεμμωθ εν τω πολεμειν αυτον μετα αζαηλ βασιλεως συριας και οχοζιας υιος ιωραμ κατεβη του ιδειν τον ιωραμ υιον αχααβ εν ιεζραελ οτι ηρρωστει αυτος

 

Created with FREE HTMLCompiler by BibleDatabase