HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

9:1 και ελισαιε ο προφητης εκαλεσεν ενα των υιων των προφητων και ειπεν αυτω ζωσαι την οσφυν σου και λαβε τον φακον του ελαιου τουτου εν τη χειρι σου και δευρο εις ρεμμωθ γαλααδ

9:2 και εισελευση εκει και οψη εκει ιου υιον ιωσαφατ υιου ναμεσσι και εισελευση και αναστησεις αυτον εκ μεσου των αδελφων αυτου και εισαξεις αυτον εις το ταμιειον εν τω ταμιειω

9:3 και λημψη τον φακον του ελαιου και επιχεεις επι την κεφαλην αυτου και ειπον ταδε λεγει κυριος κεχρικα σε εις βασιλεα επι ισραηλ και ανοιξεις την θυραν και φευξη και ου μενεις

9:4 και επορευθη το παιδαριον ο προφητης εις ρεμμωθ γαλααδ

9:5 και εισηλθεν και ιδου οι αρχοντες της δυναμεως εκαθηντο και ειπεν λογος μοι προς σε ο αρχων και ειπεν ιου προς τινα εκ παντων ημων και ειπεν προς σε ο αρχων

9:6 και ανεστη και εισηλθεν εις τον οικον και επεχεεν το ελαιον επι την κεφαλην αυτου και ειπεν αυτω ταδε λεγει κυριος ο θεος ισραηλ κεχρικα σε εις βασιλεα επι λαον κυριου επι τον ισραηλ

9:7 και εξολεθρευσεις τον οικον αχααβ του κυριου σου εκ προσωπου μου και εκδικησεις τα αιματα των δουλων μου των προφητων και τα αιματα παντων των δουλων κυριου εκ χειρος ιεζαβελ

9:8 και εκ χειρος ολου του οικου αχααβ και εξολεθρευσεις τω οικω αχααβ ουρουντα προς τοιχον και συνεχομενον και εγκαταλελειμμενον εν ισραηλ

9:9 και δωσω τον οικον αχααβ ως τον οικον ιεροβοαμ υιου ναβατ και ως τον οικον βαασα υιου αχια

9:10 και την ιεζαβελ καταφαγονται οι κυνες εν τη μεριδι ιεζραελ και ουκ εστιν ο θαπτων και ηνοιξεν την θυραν και εφυγεν

9:11 και ιου εξηλθεν προς τους παιδας του κυριου αυτου και ειπον αυτω ει ειρηνη τι οτι εισηλθεν ο επιλημπτος ουτος προς σε και ειπεν αυτοις υμεις οιδατε τον ανδρα και την αδολεσχιαν αυτου

9:12 και ειπον αδικον απαγγειλον δη ημιν και ειπεν ιου προς αυτους ουτως και ουτως ελαλησεν προς με λεγων ταδε λεγει κυριος κεχρικα σε εις βασιλεα επι ισραηλ

9:13 και ακουσαντες εσπευσαν και ελαβον εκαστος το ιματιον αυτου και εθηκαν υποκατω αυτου επι γαρεμ των αναβαθμων και εσαλπισαν εν κερατινη και ειπον εβασιλευσεν ιου

9:14 και συνεστραφη ιου υιος ιωσαφατ υιου ναμεσσι προς ιωραμ και ιωραμ αυτος εφυλασσεν εν ρεμμωθ γαλααδ αυτος και πας ισραηλ απο προσωπου αζαηλ βασιλεως συριας

9:15 και απεστρεψεν ιωραμ ο βασιλευς ιατρευθηναι εν ιεζραελ απο των πληγων ων επαισαν αυτον οι συροι εν τω πολεμειν αυτον μετα αζαηλ βασιλεως συριας και ειπεν ιου ει εστιν η ψυχη υμων μετ' εμου μη εξελθετω εκ της πολεως διαπεφευγως του πορευθηναι και απαγγειλαι εν ιεζραελ

9:16 και ιππευσεν και επορευθη ιου και κατεβη εις ιεζραελ οτι ιωραμ βασιλευς ισραηλ εθεραπευετο εν ιεζραελ απο των τοξευματων ων κατετοξευσαν αυτον οι αραμιν εν τη ραμμαθ εν τω πολεμω μετα αζαηλ βασιλεως συριας οτι αυτος δυνατος και ανηρ δυναμεως και οχοζιας βασιλευς ιουδα κατεβη ιδειν τον ιωραμ

9:17 και ο σκοπος ανεβη επι τον πυργον εν ιεζραελ και ειδεν τον κονιορτον ιου εν τω παραγινεσθαι αυτον και ειπεν κονιορτον εγω βλεπω και ειπεν ιωραμ λαβε επιβατην και αποστειλον εμπροσθεν αυτων και ειπατω ει ειρηνη

9:18 και επορευθη επιβατης ιππου εις απαντην αυτων και ειπεν ταδε λεγει ο βασιλευς ει ειρηνη και ειπεν ιου τι σοι και ειρηνη επιστρεφε εις τα οπισω μου και απηγγειλεν ο σκοπος λεγων ηλθεν ο αγγελος εως αυτων και ουκ ανεστρεψεν

9:19 και απεστειλεν επιβατην ιππου δευτερον και ηλθεν προς αυτον και ειπεν ταδε λεγει ο βασιλευς ει ειρηνη και ειπεν ιου τι σοι και ειρηνη επιστρεφου εις τα οπισω μου

9:20 και απηγγειλεν ο σκοπος λεγων ηλθεν εως αυτων και ουκ ανεστρεψεν και ο αγων ηγεν τον ιου υιον ναμεσσιου οτι εν παραλλαγη εγενετο

9:21 και ειπεν ιωραμ ζευξον και εζευξεν αρμα και εξηλθεν ιωραμ βασιλευς ισραηλ και οχοζιας βασιλευς ιουδα ανηρ εν τω αρματι αυτου και εξηλθον εις απαντην ιου και ευρον αυτον εν τη μεριδι ναβουθαι του ιεζραηλιτου

9:22 και εγενετο ως ειδεν ιωραμ τον ιου και ειπεν ει ειρηνη ιου και ειπεν ιου τι ειρηνη ετι αι πορνειαι ιεζαβελ της μητρος σου και τα φαρμακα αυτης τα πολλα

9:23 και επεστρεψεν ιωραμ τας χειρας αυτου του φυγειν και ειπεν προς οχοζιαν δολος οχοζια

9:24 και επλησεν ιου την χειρα αυτου εν τω τοξω και επαταξεν τον ιωραμ ανα μεσον των βραχιονων αυτου και εξηλθεν το βελος δια της καρδιας αυτου και εκαμψεν επι τα γονατα αυτου

9:25 και ειπεν ιου προς βαδεκαρ τον τριστατην αυτου ριψον αυτον εν τη μεριδι αγρου ναβουθαι του ιεζραηλιτου οτι μνημονευω εγω και συ επιβεβηκοτες επι ζευγη οπισω αχααβ του πατρος αυτου και κυριος ελαβεν επ' αυτον το λημμα τουτο λεγων

9:26 ει μη μετα των αιματων ναβουθαι και τα αιματα των υιων αυτου ειδον εχθες φησιν κυριος και ανταποδωσω αυτω εν τη μεριδι ταυτη φησιν κυριος και νυν αρας δη ριψον αυτον εν τη μεριδι κατα το ρημα κυριου

9:27 και οχοζιας βασιλευς ιουδα ειδεν και εφυγεν οδον βαιθαγγαν και εδιωξεν οπισω αυτου ιου και ειπεν και γε αυτον και επαταξεν αυτον εν τω αρματι εν τω αναβαινειν γαι η εστιν ιεβλααμ και εφυγεν εις μαγεδδων και απεθανεν εκει

9:28 και επεβιβασαν αυτον οι παιδες αυτου επι το αρμα και ηγαγον αυτον εις ιερουσαλημ και εθαψαν αυτον εν τω ταφω αυτου εν πολει δαυιδ

9:29 και εν ετει ενδεκατω ιωραμ βασιλεως ισραηλ εβασιλευσεν οχοζιας επι ιουδαν

9:30 και ηλθεν ιου εις ιεζραελ και ιεζαβελ ηκουσεν και εστιμισατο τους οφθαλμους αυτης και ηγαθυνεν την κεφαλην αυτης και διεκυψεν δια της θυριδος

9:31 και ιου εισεπορευετο εν τη πολει και ειπεν ει ειρηνη ζαμβρι ο φονευτης του κυριου αυτου

9:32 και επηρεν το προσωπον αυτου εις την θυριδα και ειδεν αυτην και ειπεν τις ει συ καταβηθι μετ' εμου και κατεκυψαν προς αυτον δυο ευνουχοι

9:33 και ειπεν κυλισατε αυτην και εκυλισαν αυτην και ερραντισθη του αιματος αυτης προς τον τοιχον και προς τους ιππους και συνεπατησαν αυτην

9:34 και εισηλθεν ιου και εφαγεν και επιεν και ειπεν επισκεψασθε δη την κατηραμενην ταυτην και θαψατε αυτην οτι θυγατηρ βασιλεως εστιν

9:35 και επορευθησαν θαψαι αυτην και ουχ ευρον εν αυτη αλλο τι η το κρανιον και οι ποδες και τα ιχνη των χειρων

9:36 και επεστρεψαν και ανηγγειλαν αυτω και ειπεν λογος κυριου ον ελαλησεν εν χειρι δουλου αυτου ηλιου του θεσβιτου λεγων εν τη μεριδι ιεζραελ καταφαγονται οι κυνες τας σαρκας ιεζαβελ

9:37 και εσται το θνησιμαιον ιεζαβελ ως κοπρια επι προσωπου του αγρου εν τη μεριδι ιεζραελ ωστε μη ειπειν αυτους ιεζαβελ

 

Created with FREE HTMLCompiler by BibleDatabase