HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

10:1 και τω αχααβ εβδομηκοντα υιοι εν σαμαρεια και εγραψεν ιου βιβλιον και απεστειλεν εν σαμαρεια προς τους αρχοντας σαμαρειας και προς τους πρεσβυτερους και προς τους τιθηνους υιων αχααβ λεγων

10:2 και νυν ως εαν ελθη το βιβλιον τουτο προς υμας μεθ' υμων οι υιοι του κυριου υμων και μεθ' υμων το αρμα και οι ιπποι και πολεις οχυραι και τα οπλα

10:3 και οψεσθε τον αγαθον και τον ευθη εν τοις υιοις του κυριου υμων και καταστησετε αυτον επι τον θρονον του πατρος αυτου και πολεμειτε υπερ του οικου του κυριου υμων

10:4 και εφοβηθησαν σφοδρα και ειπον ιδου οι δυο βασιλεις ουκ εστησαν κατα προσωπον αυτου και πως στησομεθα ημεις

10:5 και απεστειλαν οι επι του οικου και οι επι της πολεως και οι πρεσβυτεροι και οι τιθηνοι προς ιου λεγοντες παιδες σου ημεις και οσα εαν ειπης προς ημας ποιησομεν ου βασιλευσομεν ανδρα το αγαθον εν οφθαλμοις σου ποιησομεν

10:6 και εγραψεν προς αυτους βιβλιον δευτερον λεγων ει εμοι υμεις και της φωνης μου υμεις εισακουετε λαβετε την κεφαλην ανδρων των υιων του κυριου υμων και ενεγκατε προς με ως η ωρα αυριον εις ιεζραελ και οι υιοι του βασιλεως ησαν εβδομηκοντα ανδρες ουτοι αδροι της πολεως εξετρεφον αυτους

10:7 και εγενετο ως ηλθεν το βιβλιον προς αυτους και ελαβον τους υιους του βασιλεως και εσφαξαν αυτους εβδομηκοντα ανδρας και εθηκαν τας κεφαλας αυτων εν καρταλλοις και απεστειλαν αυτας προς αυτον εις ιεζραελ

10:8 και ηλθεν ο αγγελος και απηγγειλεν λεγων ηνεγκαν τας κεφαλας των υιων του βασιλεως και ειπεν θετε αυτας βουνους δυο παρα την θυραν της πυλης εις πρωι

10:9 και εγενετο πρωι και εξηλθεν και εστη εν τω πυλωνι της πολεως και ειπεν προς παντα τον λαον δικαιοι υμεις ιδου εγω ειμι συνεστραφην επι τον κυριον μου και απεκτεινα αυτον και τις επαταξεν παντας τουτους

10:10 ιδετε αφφω οτι ου πεσειται απο του ρηματος κυριου εις την γην ου ελαλησεν κυριος επι τον οικον αχααβ και κυριος εποιησεν οσα ελαλησεν εν χειρι δουλου αυτου ηλιου

10:11 και επαταξεν ιου παντας τους καταλειφθεντας εν τω οικω αχααβ εν ιεζραελ και παντας τους αδρους αυτου και τους γνωστους αυτου και τους ιερεις αυτου ωστε μη καταλιπειν αυτου καταλειμμα

10:12 και ανεστη και επορευθη εις σαμαρειαν αυτος εν βαιθακαδ των ποιμενων εν τη οδω

10:13 και ιου ευρεν τους αδελφους οχοζιου βασιλεως ιουδα και ειπεν τινες υμεις και ειπον οι αδελφοι οχοζιου ημεις και κατεβημεν εις ειρηνην των υιων του βασιλεως και των υιων της δυναστευουσης

10:14 και ειπεν συλλαβετε αυτους ζωντας και συνελαβον αυτους ζωντας και εσφαξαν αυτους εις βαιθακαδ τεσσαρακοντα και δυο ανδρας ου κατελιπεν ανδρα εξ αυτων

10:15 και επορευθη εκειθεν και ευρεν τον ιωναδαβ υιον ρηχαβ εν τη οδω εις απαντην αυτου και ευλογησεν αυτον και ειπεν προς αυτον ιου ει εστιν καρδια σου μετα καρδιας μου ευθεια καθως η καρδια μου μετα της καρδιας σου και ειπεν ιωναδαβ εστιν και ειπεν ιου και ει εστιν δος την χειρα σου και εδωκεν την χειρα αυτου και ανεβιβασεν αυτον προς αυτον επι το αρμα

10:16 και ειπεν προς αυτον δευρο μετ' εμου και ιδε εν τω ζηλωσαι με τω κυριω σαβαωθ και επεκαθισεν αυτον εν τω αρματι αυτου

10:17 και εισηλθεν εις σαμαρειαν και επαταξεν παντας τους καταλειφθεντας του αχααβ εν σαμαρεια εως του αφανισαι αυτον κατα το ρημα κυριου ο ελαλησεν προς ηλιου

10:18 και συνηθροισεν ιου παντα τον λαον και ειπεν προς αυτους αχααβ εδουλευσεν τω βααλ ολιγα και γε ιου δουλευσει αυτω πολλα

10:19 και νυν παντες οι προφηται του βααλ παντας τους δουλους αυτου και τους ιερεις αυτου καλεσατε προς με ανηρ μη επισκεπητω οτι θυσια μεγαλη μοι τω βααλ πας ος εαν επισκεπη ου ζησεται και ιου εποιησεν εν πτερνισμω ινα απολεση τους δουλους του βααλ

10:20 και ειπεν ιου αγιασατε ιερειαν τω βααλ και εκηρυξαν

10:21 και απεστειλεν ιου εν παντι ισραηλ λεγων και νυν παντες οι δουλοι του βααλ και παντες οι ιερεις αυτου και παντες οι προφηται αυτου μηδεις απολειπεσθω οτι θυσιαν μεγαλην ποιω ος αν απολειφθη ου ζησεται και ηλθον παντες οι δουλοι του βααλ και παντες οι ιερεις αυτου και παντες οι προφηται αυτου ου κατελειφθη ανηρ ος ου παρεγενετο και εισηλθον εις τον οικον του βααλ και επλησθη ο οικος του βααλ στομα εις στομα

10:22 και ειπεν ιου τω επι του οικου μεσθααλ εξαγαγε ενδυματα πασι τοις δουλοις του βααλ και εξηνεγκεν αυτοις ο στολιστης

10:23 και εισηλθεν ιου και ιωναδαβ υιος ρηχαβ εις οικον του βααλ και ειπεν τοις δουλοις του βααλ ερευνησατε και ιδετε ει εστιν μεθ' υμων των δουλων κυριου οτι αλλ' η οι δουλοι του βααλ μονωτατοι

10:24 και εισηλθεν του ποιησαι τα θυματα και τα ολοκαυτωματα και ιου εταξεν εαυτω εξω ογδοηκοντα ανδρας και ειπεν ανηρ ος εαν διασωθη απο των ανδρων ων εγω αναγω επι χειρας υμων η ψυχη αυτου αντι της ψυχης αυτου

10:25 και εγενετο ως συνετελεσεν ποιων την ολοκαυτωσιν και ειπεν ιου τοις παρατρεχουσιν και τοις τρισταταις εισελθοντες παταξατε αυτους ανηρ μη εξελθατω εξ αυτων και επαταξαν αυτους εν στοματι ρομφαιας και ερριψαν οι παρατρεχοντες και οι τρισταται και επορευθησαν εως πολεως οικου του βααλ

10:26 και εξηνεγκαν την στηλην του βααλ και ενεπρησαν αυτην

10:27 και κατεσπασαν τας στηλας του βααλ και καθειλον τον οικον του βααλ και εταξαν αυτον εις λυτρωνας εως της ημερας ταυτης

10:28 και ηφανισεν ιου τον βααλ εξ ισραηλ

10:29 πλην αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ ουκ απεστη ιου απο οπισθεν αυτων αι δαμαλεις αι χρυσαι εν βαιθηλ και εν δαν

10:30 και ειπεν κυριος προς ιου ανθ' ων οσα ηγαθυνας ποιησαι το ευθες εν οφθαλμοις μου και παντα οσα εν τη καρδια μου εποιησας τω οικω αχααβ υιοι τεταρτοι καθησονται σοι επι θρονου ισραηλ

10:31 και ιου ουκ εφυλαξεν πορευεσθαι εν νομω κυριου θεου ισραηλ εν ολη καρδια αυτου ουκ απεστη επανωθεν αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ

10:32 εν ταις ημεραις εκειναις ηρξατο κυριος συγκοπτειν εν τω ισραηλ και επαταξεν αυτους αζαηλ εν παντι οριω ισραηλ

10:33 απο του ιορδανου κατ' ανατολας ηλιου πασαν την γην γαλααδ του γαδδι και του ρουβην και του μανασση απο αροηρ η εστιν επι του χειλους χειμαρρου αρνων και την γαλααδ και την βασαν

10:34 και τα λοιπα των λογων ιου και παντα οσα εποιησεν και πασα η δυναστεια αυτου και τας συναψεις ας συνηψεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

10:35 και εκοιμηθη ιου μετα των πατερων αυτου και εθαψαν αυτον εν σαμαρεια και εβασιλευσεν ιωαχας υιος αυτου αντ' αυτου

10:36 και αι ημεραι ας εβασιλευσεν ιου επι ισραηλ εικοσι οκτω ετη εν σαμαρεια

 

Created with FREE HTMLCompiler by BibleDatabase