HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

13:1 εν ετει εικοστω και τριτω ετει τω ιωας υιω οχοζιου βασιλει ιουδα εβασιλευσεν ιωαχας υιος ιου εν σαμαρεια επτακαιδεκα ετη

13:2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου και επορευθη οπισω αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ ουκ απεστη απ' αυτων

13:3 και ωργισθη θυμω κυριος εν τω ισραηλ και εδωκεν αυτους εν χειρι αζαηλ βασιλεως συριας και εν χειρι υιου αδερ υιου αζαηλ πασας τας ημερας

13:4 και εδεηθη ιωαχας του προσωπου κυριου και επηκουσεν αυτου κυριος οτι ειδεν την θλιψιν ισραηλ οτι εθλιψεν αυτους βασιλευς συριας

13:5 και εδωκεν κυριος σωτηριαν τω ισραηλ και εξηλθεν υποκατωθεν χειρος συριας και εκαθισαν οι υιοι ισραηλ εν τοις σκηνωμασιν αυτων καθως εχθες και τριτης

13:6 πλην ουκ απεστησαν απο αμαρτιων οικου ιεροβοαμ ος εξημαρτεν τον ισραηλ εν αυταις επορευθησαν και γε το αλσος εσταθη εν σαμαρεια

13:7 οτι ουχ υπελειφθη τω ιωαχας λαος αλλ' η πεντηκοντα ιππεις και δεκα αρματα και δεκα χιλιαδες πεζων οτι απωλεσεν αυτους βασιλευς συριας και εθεντο αυτους ως χουν εις καταπατησιν

13:8 και τα λοιπα των λογων ιωαχας και παντα οσα εποιησεν και αι δυναστειαι αυτου ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

13:9 και εκοιμηθη ιωαχας μετα των πατερων αυτου και εθαψαν αυτον μετα των πατερων αυτου εν σαμαρεια και εβασιλευσεν ιωας υιος αυτου αντ' αυτου

13:10 εν ετει τριακοστω και εβδομω ετει τω ιωας βασιλει ιουδα εβασιλευσεν ιωας υιος ιωαχας επι ισραηλ εν σαμαρεια εκκαιδεκα ετη

13:11 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο πασης αμαρτιας ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ εν αυταις επορευθη

13:12 και τα λοιπα των λογων ιωας και παντα οσα εποιησεν και αι δυναστειαι αυτου ας εποιησεν μετα αμεσσιου βασιλεως ιουδα ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

13:13 και εκοιμηθη ιωας μετα των πατερων αυτου και ιεροβοαμ εκαθισεν επι του θρονου αυτου εν σαμαρεια μετα των υιων ισραηλ

13:14 και ελισαιε ηρρωστησεν την αρρωστιαν αυτου δι' ην απεθανεν και κατεβη προς αυτον ιωας βασιλευς ισραηλ και εκλαυσεν επι προσωπου αυτου και ειπεν πατερ πατερ αρμα ισραηλ και ιππευς αυτου

13:15 και ειπεν αυτω ελισαιε λαβε τοξον και βελη και ελαβεν προς αυτον τοξον και βελη

13:16 και ειπεν τω βασιλει επιβιβασον την χειρα σου επι το τοξον και επεβιβασεν ιωας την χειρα αυτου επι το τοξον και επεθηκεν ελισαιε τας χειρας αυτου επι τας χειρας του βασιλεως

13:17 και ειπεν ανοιξον την θυριδα κατ' ανατολας και ηνοιξεν και ειπεν ελισαιε τοξευσον και ετοξευσεν και ειπεν βελος σωτηριας τω κυριω και βελος σωτηριας εν συρια και παταξεις την συριαν εν αφεκ εως συντελειας

13:18 και ειπεν αυτω ελισαιε λαβε τοξα και ελαβεν και ειπεν τω βασιλει ισραηλ παταξον εις την γην και επαταξεν ο βασιλευς τρις και εστη

13:19 και ελυπηθη επ' αυτω ο ανθρωπος του θεου και ειπεν ει επαταξας πεντακις η εξακις τοτε αν επαταξας την συριαν εως συντελειας και νυν τρις παταξεις την συριαν

13:20 και απεθανεν ελισαιε και εθαψαν αυτον και μονοζωνοι μωαβ ηλθον εν τη γη ελθοντος του ενιαυτου

13:21 και εγενετο αυτων θαπτοντων τον ανδρα και ιδου ειδον τον μονοζωνον και ερριψαν τον ανδρα εν τω ταφω ελισαιε και επορευθη και ηψατο των οστεων ελισαιε και εζησεν και ανεστη επι τους ποδας αυτου

13:22 και αζαηλ εξεθλιψεν τον ισραηλ πασας τας ημερας ιωαχας

13:23 και ηλεησεν κυριος αυτους και οικτιρησεν αυτους και επεβλεψεν προς αυτους δια την διαθηκην αυτου την μετα αβρααμ και ισαακ και ιακωβ και ουκ ηθελησεν κυριος διαφθειραι αυτους και ουκ απερριψεν αυτους απο του προσωπου αυτου

13:24 και απεθανεν αζαηλ βασιλευς συριας και εβασιλευσεν υιος αδερ υιος αυτου αντ' αυτου

13:25 και επεστρεψεν ιωας υιος ιωαχας και ελαβεν τας πολεις εκ χειρος υιου αδερ υιου αζαηλ ας ελαβεν εκ χειρος ιωαχας του πατρος αυτου εν τω πολεμω τρις επαταξεν αυτον ιωας και επεστρεψεν τας πολεις ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase