HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

15:1 εν ετει εικοστω και εβδομω τω ιεροβοαμ βασιλει ισραηλ εβασιλευσεν αζαριας υιος αμεσσιου βασιλεως ιουδα

15:2 υιος εκκαιδεκα ετων ην εν τω βασιλευειν αυτον και πεντηκοντα και δυο ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου χαλια εξ ιερουσαλημ

15:3 και εποιησεν το ευθες εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν αμεσσιας ο πατηρ αυτου

15:4 πλην των υψηλων ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις

15:5 και ηψατο κυριος του βασιλεως και ην λελεπρωμενος εως ημερας θανατου αυτου και εβασιλευσεν εν οικω αφφουσωθ και ιωαθαμ υιος του βασιλεως επι τω οικω κρινων τον λαον της γης

15:6 και τα λοιπα των λογων αζαριου και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιου λογων των ημερων τοις βασιλευσιν ιουδα

15:7 και εκοιμηθη αζαριας μετα των πατερων αυτου και εθαψαν αυτον μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν ιωαθαμ υιος αυτου αντ' αυτου

15:8 εν ετει τριακοστω και ογδοω τω αζαρια βασιλει ιουδα εβασιλευσεν ζαχαριας υιος ιεροβοαμ επι ισραηλ εν σαμαρεια εξαμηνον

15:9 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου καθα εποιησαν οι πατερες αυτου ουκ απεστη απο αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ

15:10 και συνεστραφησαν επ' αυτον σελλουμ υιος ιαβις και κεβλααμ και επαταξαν αυτον και εθανατωσαν αυτον και σελλουμ εβασιλευσεν αντ' αυτου

15:11 και τα λοιπα των λογων ζαχαριου ιδου εστιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

15:12 ο λογος κυριου ον ελαλησεν προς ιου λεγων υιοι τεταρτοι καθησονται σοι επι θρονου ισραηλ και εγενετο ουτως

15:13 και σελλουμ υιος ιαβις εβασιλευσεν και εν ετει τριακοστω και ενατω αζαρια βασιλει ιουδα εβασιλευσεν σελλουμ μηνα ημερων εν σαμαρεια

15:14 και ανεβη μαναημ υιος γαδδι εκ θαρσιλα και ηλθεν εις σαμαρειαν και επαταξεν τον σελλουμ υιον ιαβις εν σαμαρεια και εθανατωσεν αυτον

15:15 και τα λοιπα των λογων σελλουμ και η συστροφη αυτου ην συνεστραφη ιδου εισιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

15:16 τοτε επαταξεν μαναημ την θερσα και παντα τα εν αυτη και τα ορια αυτης απο θερσα οτι ουκ ηνοιξαν αυτω και επαταξεν αυτην και τας εν γαστρι εχουσας ανερρηξεν

15:17 εν ετει τριακοστω και ενατω αζαρια βασιλει ιουδα και εβασιλευσεν μαναημ υιος γαδδι επι ισραηλ δεκα ετη εν σαμαρεια

15:18 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο πασων αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ

15:19 εν ταις ημεραις αυτου ανεβη φουλ βασιλευς ασσυριων επι την γην και μαναημ εδωκεν τω φουλ χιλια ταλαντα αργυριου ειναι την χειρα αυτου μετ' αυτου

15:20 και εξηνεγκεν μαναημ το αργυριον επι τον ισραηλ επι παν δυνατον ισχυι δουναι τω βασιλει των ασσυριων πεντηκοντα σικλους τω ανδρι τω ενι και απεστρεψεν βασιλευς ασσυριων και ουκ εστη εκει εν τη γη

15:21 και τα λοιπα των λογων μαναημ και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

15:22 και εκοιμηθη μαναημ μετα των πατερων αυτου και εβασιλευσεν φακειας υιος αυτου αντ' αυτου

15:23 εν ετει πεντηκοστω του αζαριου βασιλεως ιουδα εβασιλευσεν φακειας υιος μαναημ επι ισραηλ εν σαμαρεια δυο ετη

15:24 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ

15:25 και συνεστραφη επ' αυτον φακεε υιος ρομελιου ο τριστατης αυτου και επαταξεν αυτον εν σαμαρεια εναντιον οικου του βασιλεως μετα του αργοβ και μετα του αρια και μετ' αυτου πεντηκοντα ανδρες απο των τετρακοσιων και εθανατωσεν αυτον και εβασιλευσεν αντ' αυτου

15:26 και τα λοιπα των λογων φακειου και παντα οσα εποιησεν ιδου εισιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

15:27 εν ετει πεντηκοστω και δευτερω του αζαριου βασιλεως ιουδα εβασιλευσεν φακεε υιος ρομελιου επι ισραηλ εν σαμαρεια εικοσι ετη

15:28 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο πασων αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ

15:29 εν ταις ημεραις φακεε βασιλεως ισραηλ ηλθεν θαγλαθφελλασαρ βασιλευς ασσυριων και ελαβεν την αιν και την αβελβαιθαμααχα και την ιανωχ και την κενεζ και την ασωρ και την γαλααδ και την γαλιλαιαν πασαν γην νεφθαλι και απωκισεν αυτους εις ασσυριους

15:30 και συνεστρεψεν συστρεμμα ωσηε υιος ηλα επι φακεε υιον ρομελιου και επαταξεν αυτον και εθανατωσεν αυτον και εβασιλευσεν αντ' αυτου εν ετει εικοστω ιωαθαμ υιου αζαριου

15:31 και τα λοιπα των λογων φακεε και παντα οσα εποιησεν ιδου εστιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ

15:32 εν ετει δευτερω φακεε υιου ρομελιου βασιλεως ισραηλ εβασιλευσεν ιωαθαμ υιος αζαριου βασιλεως ιουδα

15:33 υιος εικοσι και πεντε ετων ην εν τω βασιλευειν αυτον και εκκαιδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου ιερουσα θυγατηρ σαδωκ

15:34 και εποιησεν το ευθες εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν οζιας ο πατηρ αυτου

15:35 πλην τα υψηλα ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμια εν τοις υψηλοις αυτος ωκοδομησεν την πυλην οικου κυριου την επανω

15:36 και τα λοιπα των λογων ιωαθαμ και παντα οσα εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

15:37 εν ταις ημεραις εκειναις ηρξατο κυριος εξαποστελλειν εν ιουδα τον ραασσων βασιλεα συριας και τον φακεε υιον ρομελιου

15:38 και εκοιμηθη ιωαθαμ μετα των πατερων αυτου και εταφη μετα των πατερων αυτου εν πολει δαυιδ του πατρος αυτου και εβασιλευσεν αχαζ υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase