HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

17:1 εν ετει δωδεκατω τω αχαζ βασιλει ιουδα εβασιλευσεν ωσηε υιος ηλα εν σαμαρεια επι ισραηλ εννεα ετη

17:2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου πλην ουχ ως οι βασιλεις ισραηλ οι ησαν εμπροσθεν αυτου

17:3 επ' αυτον ανεβη σαλαμανασαρ βασιλευς ασσυριων και εγενηθη αυτω ωσηε δουλος και επεστρεψεν αυτω μαναα

17:4 και ευρεν βασιλευς ασσυριων εν τω ωσηε αδικιαν οτι απεστειλεν αγγελους προς σηγωρ βασιλεα αιγυπτου και ουκ ηνεγκεν μαναα τω βασιλει ασσυριων εν τω ενιαυτω εκεινω και επολιορκησεν αυτον ο βασιλευς ασσυριων και εδησεν αυτον εν οικω φυλακης

17:5 και ανεβη ο βασιλευς ασσυριων εν παση τη γη και ανεβη εις σαμαρειαν και επολιορκησεν επ' αυτην τρια ετη

17:6 εν ετει ενατω ωσηε συνελαβεν βασιλευς ασσυριων την σαμαρειαν και απωκισεν τον ισραηλ εις ασσυριους και κατωκισεν αυτους εν αλαε και εν αβωρ ποταμοις γωζαν και ορη μηδων

17:7 και εγενετο οτι ημαρτον οι υιοι ισραηλ τω κυριω θεω αυτων τω αναγαγοντι αυτους εκ γης αιγυπτου υποκατωθεν χειρος φαραω βασιλεως αιγυπτου και εφοβηθησαν θεους ετερους

17:8 και επορευθησαν τοις δικαιωμασιν των εθνων ων εξηρεν κυριος απο προσωπου υιων ισραηλ και οι βασιλεις ισραηλ οσοι εποιησαν

17:9 και οσοι ημφιεσαντο οι υιοι ισραηλ λογους ουχ ουτως κατα κυριου θεου αυτων και ωκοδομησαν εαυτοις υψηλα εν πασαις ταις πολεσιν αυτων απο πυργου φυλασσοντων εως πολεως οχυρας

17:10 και εστηλωσαν εαυτοις στηλας και αλση επι παντι βουνω υψηλω και υποκατω παντος ξυλου αλσωδους

17:11 και εθυμιασαν εκει εν πασιν υψηλοις καθως τα εθνη α απωκισεν κυριος εκ προσωπου αυτων και εποιησαν κοινωνους και εχαραξαν του παροργισαι τον κυριον

17:12 και ελατρευσαν τοις ειδωλοις οις ειπεν κυριος αυτοις ου ποιησετε το ρημα τουτο κυριω

17:13 και διεμαρτυρατο κυριος εν τω ισραηλ και εν τω ιουδα εν χειρι παντων των προφητων αυτου παντος ορωντος λεγων αποστραφητε απο των οδων υμων των πονηρων και φυλαξατε τας εντολας μου και τα δικαιωματα μου και παντα τον νομον ον ενετειλαμην τοις πατρασιν υμων οσα απεστειλα αυτοις εν χειρι των δουλων μου των προφητων

17:14 και ουκ ηκουσαν και εσκληρυναν τον νωτον αυτων υπερ τον νωτον των πατερων αυτων

17:15 και τα μαρτυρια αυτου οσα διεμαρτυρατο αυτοις ουκ εφυλαξαν και επορευθησαν οπισω των ματαιων και εματαιωθησαν και οπισω των εθνων των περικυκλω αυτων ων ενετειλατο αυτοις του μη ποιησαι κατα ταυτα

17:16 εγκατελιπον τας εντολας κυριου θεου αυτων και εποιησαν εαυτοις χωνευμα δυο δαμαλεις και εποιησαν αλση και προσεκυνησαν παση τη δυναμει του ουρανου και ελατρευσαν τω βααλ

17:17 και διηγον τους υιους αυτων και τας θυγατερας αυτων εν πυρι και εμαντευοντο μαντειας και οιωνιζοντο και επραθησαν του ποιησαι το πονηρον εν οφθαλμοις κυριου παροργισαι αυτον

17:18 και εθυμωθη κυριος σφοδρα εν τω ισραηλ και απεστησεν αυτους απο του προσωπου αυτου και ουχ υπελειφθη πλην φυλη ιουδα μονωτατη

17:19 και γε ιουδας ουκ εφυλαξεν τας εντολας κυριου του θεου αυτων και επορευθησαν εν τοις δικαιωμασιν ισραηλ οις εποιησαν

17:20 και απεωσαντο τον κυριον εν παντι σπερματι ισραηλ και εσαλευσεν αυτους και εδωκεν αυτους εν χειρι διαρπαζοντων αυτους εως ου απερριψεν αυτους απο προσωπου αυτου

17:21 οτι πλην ισραηλ επανωθεν οικου δαυιδ και εβασιλευσαν τον ιεροβοαμ υιον ναβατ και εξεωσεν ιεροβοαμ τον ισραηλ εξοπισθεν κυριου και εξημαρτεν αυτους αμαρτιαν μεγαλην

17:22 και επορευθησαν οι υιοι ισραηλ εν παση αμαρτια ιεροβοαμ η εποιησεν ουκ απεστησαν απ' αυτης

17:23 εως ου μετεστησεν κυριος τον ισραηλ απο προσωπου αυτου καθως ελαλησεν κυριος εν χειρι παντων των δουλων αυτου των προφητων και απωκισθη ισραηλ επανωθεν της γης αυτου εις ασσυριους εως της ημερας ταυτης

17:24 και ηγαγεν βασιλευς ασσυριων εκ βαβυλωνος τον εκ χουνθα και απο αια και απο αιμαθ και σεπφαρουαιν και κατωκισθησαν εν πολεσιν σαμαρειας αντι των υιων ισραηλ και εκληρονομησαν την σαμαρειαν και κατωκησαν εν ταις πολεσιν αυτης

17:25 και εγενετο εν αρχη της καθεδρας αυτων ουκ εφοβηθησαν τον κυριον και απεστειλεν κυριος εν αυτοις τους λεοντας και ησαν αποκτεννοντες εν αυτοις

17:26 και ειπον τω βασιλει ασσυριων λεγοντες τα εθνη α απωκισας και αντεκαθισας εν πολεσιν σαμαρειας ουκ εγνωσαν το κριμα του θεου της γης και απεστειλεν εις αυτους τους λεοντας και ιδου εισιν θανατουντες αυτους καθοτι ουκ οιδασιν το κριμα του θεου της γης

17:27 και ενετειλατο ο βασιλευς ασσυριων λεγων απαγετε εκειθεν και πορευεσθωσαν και κατοικειτωσαν εκει και φωτιουσιν αυτους το κριμα του θεου της γης

17:28 και ηγαγον ενα των ιερεων ων απωκισαν απο σαμαρειας και εκαθισεν εν βαιθηλ και ην φωτιζων αυτους πως φοβηθωσιν τον κυριον

17:29 και ησαν ποιουντες εθνη εθνη θεους αυτων και εθηκαν εν οικω των υψηλων ων εποιησαν οι σαμαριται εθνη εν ταις πολεσιν αυτων εν αις κατωκουν εν αυταις

17:30 και οι ανδρες βαβυλωνος εποιησαν την σοκχωθβαινιθ και οι ανδρες χουθ εποιησαν την νηριγελ και οι ανδρες αιμαθ εποιησαν την ασιμαθ

17:31 και οι ευαιοι εποιησαν την εβλαζερ και την θαρθακ και οι σεπφαρουαιν κατεκαιον τους υιους αυτων εν πυρι τω αδραμελεχ και ανημελεχ θεοις σεπφαρουαιν

17:32 και ησαν φοβουμενοι τον κυριον και κατωκισαν τα βδελυγματα αυτων εν τοις οικοις των υψηλων α εποιησαν εν σαμαρεια εθνος εθνος εν πολει εν η κατωκουν εν αυτη και ησαν φοβουμενοι τον κυριον και εποιησαν εαυτοις ιερεις των υψηλων και εποιησαν εαυτοις εν οικω των υψηλων

17:33 τον κυριον εφοβουντο και τοις θεοις αυτων ελατρευον κατα το κριμα των εθνων οθεν απωκισεν αυτους εκειθεν

17:34 εως της ημερας ταυτης αυτοι εποιουν κατα το κριμα αυτων αυτοι φοβουνται και αυτοι ποιουσιν κατα τα δικαιωματα αυτων και κατα την κρισιν αυτων και κατα τον νομον και κατα την εντολην ην ενετειλατο κυριος τοις υιοις ιακωβ ου εθηκεν το ονομα αυτου ισραηλ

17:35 και διεθετο κυριος μετ' αυτων διαθηκην και ενετειλατο αυτοις λεγων ου φοβηθησεσθε θεους ετερους και ου προσκυνησετε αυτοις και ου λατρευσετε αυτοις και ου θυσιασετε αυτοις

17:36 οτι αλλ' η τω κυριω ος ανηγαγεν υμας εκ γης αιγυπτου εν ισχυι μεγαλη και εν βραχιονι υψηλω αυτον φοβηθησεσθε και αυτω προσκυνησετε και αυτω θυσετε

17:37 και τα δικαιωματα και τα κριματα και τον νομον και τας εντολας ας εγραψεν υμιν φυλασσεσθε ποιειν πασας τας ημερας και ου φοβηθησεσθε θεους ετερους

17:38 και την διαθηκην ην διεθετο μεθ' υμων ουκ επιλησεσθε και ου φοβηθησεσθε θεους ετερους

17:39 οτι αλλ' η τον κυριον θεον υμων φοβηθησεσθε και αυτος εξελειται υμας εκ παντων των εχθρων υμων

17:40 και ουκ ακουσεσθε επι τω κριματι αυτων ο αυτοι ποιουσιν

17:41 και ησαν τα εθνη ταυτα φοβουμενοι τον κυριον και τοις γλυπτοις αυτων ησαν δουλευοντες και γε οι υιοι και οι υιοι των υιων αυτων καθα εποιησαν οι πατερες αυτων ποιουσιν εως της ημερας ταυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase