HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

18:1 και εγενετο εν ετει τριτω τω ωσηε υιω ηλα βασιλει ισραηλ εβασιλευσεν εζεκιας υιος αχαζ βασιλεως ιουδα

18:2 υιος εικοσι και πεντε ετων ην εν τω βασιλευειν αυτον και εικοσι και εννεα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αβου θυγατηρ ζαχαριου

18:3 και εποιησεν το ευθες εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν δαυιδ ο πατηρ αυτου

18:4 αυτος εξηρεν τα υψηλα και συνετριψεν πασας τας στηλας και εξωλεθρευσεν τα αλση και τον οφιν τον χαλκουν ον εποιησεν μωυσης οτι εως των ημερων εκεινων ησαν οι υιοι ισραηλ θυμιωντες αυτω και εκαλεσεν αυτον νεεσθαν

18:5 εν κυριω θεω ισραηλ ηλπισεν και μετ' αυτον ουκ εγενηθη ομοιος αυτω εν βασιλευσιν ιουδα και εν τοις γενομενοις εμπροσθεν αυτου

18:6 και εκολληθη τω κυριω ουκ απεστη οπισθεν αυτου και εφυλαξεν τας εντολας αυτου οσας ενετειλατο μωυση

18:7 και ην κυριος μετ' αυτου εν πασιν οις εποιει συνηκεν και ηθετησεν εν τω βασιλει ασσυριων και ουκ εδουλευσεν αυτω

18:8 αυτος επαταξεν τους αλλοφυλους εως γαζης και εως οριου αυτης απο πυργου φυλασσοντων και εως πολεως οχυρας

18:9 και εγενετο εν τω ετει τω τεταρτω βασιλει εζεκια αυτος ενιαυτος ο εβδομος τω ωσηε υιω ηλα βασιλει ισραηλ ανεβη σαλαμανασσαρ βασιλευς ασσυριων επι σαμαρειαν και επολιορκει επ' αυτην

18:10 και κατελαβετο αυτην απο τελους τριων ετων εν ετει εκτω τω εζεκια αυτος ενιαυτος ενατος τω ωσηε βασιλει ισραηλ και συνελημφθη σαμαρεια

18:11 και απωκισεν βασιλευς ασσυριων την σαμαρειαν εις ασσυριους και εθηκεν αυτους εν αλαε και εν αβωρ ποταμω γωζαν και ορη μηδων

18:12 ανθ' ων οτι ουκ ηκουσαν της φωνης κυριου θεου αυτων και παρεβησαν την διαθηκην αυτου παντα οσα ενετειλατο μωυσης ο δουλος κυριου και ουκ ηκουσαν και ουκ εποιησαν

18:13 και τω τεσσαρεσκαιδεκατω ετει βασιλει εζεκιου ανεβη σενναχηριμ βασιλευς ασσυριων επι τας πολεις ιουδα τας οχυρας και συνελαβεν αυτας

18:14 και απεστειλεν εζεκιας βασιλευς ιουδα αγγελους προς βασιλεα ασσυριων εις λαχις λεγων ημαρτηκα αποστραφητι απ' εμου ο εαν επιθης επ' εμε βαστασω και επεθηκεν ο βασιλευς ασσυριων επι εζεκιαν βασιλεα ιουδα τριακοσια ταλαντα αργυριου και τριακοντα ταλαντα χρυσιου

18:15 και εδωκεν εζεκιας παν το αργυριον το ευρεθεν εν οικω κυριου και εν θησαυροις οικου του βασιλεως

18:16 εν τω καιρω εκεινω συνεκοψεν εζεκιας τας θυρας ναου κυριου και τα εστηριγμενα α εχρυσωσεν εζεκιας βασιλευς ιουδα και εδωκεν αυτα βασιλει ασσυριων

18:17 και απεστειλεν βασιλευς ασσυριων τον θαρθαν και τον ραφις και τον ραψακην εκ λαχις προς τον βασιλεα εζεκιαν εν δυναμει βαρεια επι ιερουσαλημ και ανεβησαν και ηλθον εις ιερουσαλημ και εστησαν εν τω υδραγωγω της κολυμβηθρας της ανω η εστιν εν τη οδω του αγρου του γναφεως

18:18 και εβοησαν προς εζεκιαν και εξηλθον προς αυτον ελιακιμ υιος χελκιου ο οικονομος και σομνας ο γραμματευς και ιωας υιος ασαφ ο αναμιμνησκων

18:19 και ειπεν προς αυτους ραψακης ειπατε δη προς εζεκιαν ταδε λεγει ο βασιλευς ο μεγας βασιλευς ασσυριων τις η πεποιθησις αυτη ην πεποιθας

18:20 ειπας πλην λογοι χειλεων βουλη και δυναμις εις πολεμον νυν ουν τινι πεποιθως ηθετησας εν εμοι

18:21 νυν ιδου πεποιθας σαυτω επι την ραβδον την καλαμινην την τεθλασμενην ταυτην επ' αιγυπτον ος αν στηριχθη ανηρ επ' αυτην και εισελευσεται εις την χειρα αυτου και τρησει αυτην ουτως φαραω βασιλευς αιγυπτου πασιν τοις πεποιθοσιν επ' αυτον

18:22 και οτι ειπας προς με επι κυριον θεον πεποιθαμεν ουχι αυτος ουτος ου απεστησεν εζεκιας τα υψηλα αυτου και τα θυσιαστηρια αυτου και ειπεν τω ιουδα και τη ιερουσαλημ ενωπιον του θυσιαστηριου τουτου προσκυνησετε εν ιερουσαλημ

18:23 και νυν μιχθητε δη τω κυριω μου βασιλει ασσυριων και δωσω σοι δισχιλιους ιππους ει δυνηση δουναι σεαυτω επιβατας επ' αυτους

18:24 και πως αποστρεψεις το προσωπον τοπαρχου ενος των δουλων του κυριου μου των ελαχιστων και ηλπισας σαυτω επ' αιγυπτον εις αρματα και ιππεις

18:25 και νυν μη ανευ κυριου ανεβημεν επι τον τοπον τουτον του διαφθειραι αυτον κυριος ειπεν προς με αναβηθι επι την γην ταυτην και διαφθειρον αυτην

18:26 και ειπεν ελιακιμ υιος χελκιου και σομνας και ιωας προς ραψακην λαλησον δη προς τους παιδας σου συριστι οτι ακουομεν ημεις και ου λαλησεις μεθ' ημων ιουδαιστι και ινα τι λαλεις εν τοις ωσιν του λαου του επι του τειχους

18:27 και ειπεν προς αυτους ραψακης μη επι τον κυριον σου και προς σε απεστειλεν με ο κυριος μου λαλησαι τους λογους τουτους ουχι επι τους ανδρας τους καθημενους επι του τειχους του φαγειν την κοπρον αυτων και πιειν το ουρον αυτων μεθ' υμων αμα

18:28 και εστη ραψακης και εβοησεν φωνη μεγαλη ιουδαιστι και ελαλησεν και ειπεν ακουσατε τους λογους του μεγαλου βασιλεως ασσυριων

18:29 ταδε λεγει ο βασιλευς μη επαιρετω υμας εζεκιας λογοις οτι ου μη δυνηται υμας εξελεσθαι εκ χειρος μου

18:30 και μη επελπιζετω υμας εζεκιας προς κυριον λεγων εξαιρουμενος εξελειται ημας κυριος ου μη παραδοθη η πολις αυτη εν χειρι βασιλεως ασσυριων

18:31 μη ακουετε εζεκιου οτι ταδε λεγει ο βασιλευς ασσυριων ποιησατε μετ' εμου ευλογιαν και εξελθατε προς με και πιεται ανηρ την αμπελον αυτου και ανηρ την συκην αυτου φαγεται και πιεται υδωρ του λακκου αυτου

18:32 εως ελθω και λαβω υμας εις γην ως γη υμων γη σιτου και οινου και αρτου και αμπελωνων γη ελαιας ελαιου και μελιτος και ζησετε και ου μη αποθανητε και μη ακουετε εζεκιου οτι απατα υμας λεγων κυριος ρυσεται ημας

18:33 μη ρυομενοι ερρυσαντο οι θεοι των εθνων εκαστος την εαυτου χωραν εκ χειρος βασιλεως ασσυριων

18:34 που εστιν ο θεος αιμαθ και αρφαδ που εστιν ο θεος σεπφαρουαιν και οτι εξειλαντο σαμαρειαν εκ χειρος μου

18:35 τις εν πασιν τοις θεοις των γαιων οι εξειλαντο τας γας αυτων εκ χειρος μου οτι εξελειται κυριος την ιερουσαλημ εκ χειρος μου

18:36 και εκωφευσαν και ουκ απεκριθησαν αυτω λογον οτι εντολη του βασιλεως λεγων ουκ αποκριθησεσθε αυτω

18:37 και εισηλθεν ελιακιμ υιος χελκιου ο οικονομος και σομνας ο γραμματευς και ιωας υιος ασαφ ο αναμιμνησκων προς εζεκιαν διερρηχοτες τα ιματια και ανηγγειλαν αυτω τους λογους ραψακου

 

Created with FREE HTMLCompiler by BibleDatabase