HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

19:1 και εγενετο ως ηκουσεν ο βασιλευς εζεκιας και διερρηξεν τα ιματια εαυτου και περιεβαλετο σακκον και εισηλθεν εις οικον κυριου

19:2 και απεστειλεν ελιακιμ τον οικονομον και σομναν τον γραμματεα και τους πρεσβυτερους των ιερεων περιβεβλημενους σακκους προς ησαιαν τον προφητην υιον αμως

19:3 και ειπον προς αυτον ταδε λεγει εζεκιας ημερα θλιψεως και ελεγμου και παροργισμου η ημερα αυτη οτι ηλθον υιοι εως ωδινων και ισχυς ουκ εστιν τη τικτουση

19:4 ει πως εισακουσεται κυριος ο θεος σου παντας τους λογους ραψακου ον απεστειλεν αυτον βασιλευς ασσυριων ο κυριος αυτου ονειδιζειν θεον ζωντα και βλασφημειν εν λογοις οις ηκουσεν κυριος ο θεος σου και λημψη προσευχην περι του λειμματος του ευρισκομενου

19:5 και ηλθον οι παιδες του βασιλεως εζεκιου προς ησαιαν

19:6 και ειπεν αυτοις ησαιας ταδε ερειτε προς τον κυριον υμων ταδε λεγει κυριος μη φοβηθης απο των λογων ων ηκουσας ων εβλασφημησαν τα παιδαρια βασιλεως ασσυριων

19:7 ιδου εγω διδωμι εν αυτω πνευμα και ακουσεται αγγελιαν και αποστραφησεται εις την γην αυτου και καταβαλω αυτον εν ρομφαια εν τη γη αυτου

19:8 και επεστρεψεν ραψακης και ευρεν τον βασιλεα ασσυριων πολεμουντα επι λομνα οτι ηκουσεν οτι απηρεν απο λαχις

19:9 και ηκουσεν περι θαρακα βασιλεως αιθιοπων λεγων ιδου εξηλθεν πολεμειν μετα σου και επεστρεψεν και απεστειλεν αγγελους προς εζεκιαν λεγων

19:10 μη επαιρετω σε ο θεος σου εφ' ω συ πεποιθας επ' αυτω λεγων ου μη παραδοθη ιερουσαλημ εις χειρας βασιλεως ασσυριων

19:11 ιδου συ ηκουσας παντα οσα εποιησαν βασιλεις ασσυριων πασαις ταις γαις του αναθεματισαι αυτας και συ ρυσθηση

19:12 μη εξειλαντο αυτους οι θεοι των εθνων ους διεφθειραν οι πατερες μου την τε γωζαν και την χαρραν και ραφες και υιους εδεμ τους εν θαεσθεν

19:13 που εστιν ο βασιλευς αιμαθ και ο βασιλευς αρφαδ και που εστιν σεπφαρουαιν ανα και αυα

19:14 και ελαβεν εζεκιας τα βιβλια εκ χειρος των αγγελων και ανεγνω αυτα και ανεβη εις οικον κυριου και ανεπτυξεν αυτα εζεκιας εναντιον κυριου

19:15 και ειπεν κυριε ο θεος ισραηλ ο καθημενος επι των χερουβιν συ ει ο θεος μονος εν πασαις ταις βασιλειαις της γης συ εποιησας τον ουρανον και την γην

19:16 κλινον κυριε το ους σου και ακουσον ανοιξον κυριε τους οφθαλμους σου και ιδε και ακουσον τους λογους σενναχηριμ ους απεστειλεν ονειδιζειν θεον ζωντα

19:17 οτι αληθεια κυριε ηρημωσαν βασιλεις ασσυριων τα εθνη

19:18 και εδωκαν τους θεους αυτων εις το πυρ οτι ου θεοι εισιν αλλ' η εργα χειρων ανθρωπων ξυλα και λιθοι και απωλεσαν αυτους

19:19 και νυν κυριε ο θεος ημων σωσον ημας εκ χειρος αυτου και γνωσονται πασαι αι βασιλειαι της γης οτι συ κυριος ο θεος μονος

19:20 και απεστειλεν ησαιας υιος αμως προς εζεκιαν λεγων ταδε λεγει κυριος ο θεος των δυναμεων ο θεος ισραηλ α προσηυξω προς με περι σενναχηριμ βασιλεως ασσυριων ηκουσα

19:21 ουτος ο λογος ον ελαλησεν κυριος επ' αυτον εξουδενησεν σε και εμυκτηρισεν σε παρθενος θυγατηρ σιων επι σοι κεφαλην αυτης εκινησεν θυγατηρ ιερουσαλημ

19:22 τινα ωνειδισας και εβλασφημησας και επι τινα υψωσας φωνην και ηρας εις υψος τους οφθαλμους σου εις τον αγιον του ισραηλ

19:23 εν χειρι αγγελων σου ωνειδισας κυριον και ειπας εν τω πληθει των αρματων μου εγω αναβησομαι εις υψος ορεων μηρους του λιβανου και εκοψα το μεγεθος της κεδρου αυτου τα εκλεκτα κυπαρισσων αυτου και ηλθον εις μελον τελους αυτου δρυμου καρμηλου αυτου

19:24 εγω εψυξα και επιον υδατα αλλοτρια και εξηρημωσα τω ιχνει του ποδος μου παντας ποταμους περιοχης

19:25 επλασα αυτην νυν ηγαγον αυτην και εγενηθη εις επαρσεις αποικεσιων μαχιμων πολεις οχυρας

19:26 και οι ενοικουντες εν αυταις ησθενησαν τη χειρι επτηξαν και κατησχυνθησαν εγενοντο χορτος αγρου η χλωρα βοτανη χλοη δωματων και πατημα απεναντι εστηκοτος

19:27 και την καθεδραν σου και την εξοδον σου και την εισοδον σου εγνων και τον θυμον σου επ' εμε

19:28 δια το οργισθηναι σε επ' εμε και το στρηνος σου ανεβη εν τοις ωσιν μου και θησω τα αγκιστρα μου εν τοις μυκτηρσιν σου και χαλινον εν τοις χειλεσιν σου και αποστρεψω σε εν τη οδω η ηλθες εν αυτη

19:29 και τουτο σοι το σημειον φαγη τουτον τον ενιαυτον αυτοματα και τω ετει τω δευτερω τα ανατελλοντα και ετι τριτω σπορα και αμητος και φυτεια αμπελωνων και φαγεσθε τον καρπον αυτων

19:30 και προσθησει το διασεσωσμενον οικου ιουδα το υπολειφθεν ριζαν κατω και ποιησει καρπον ανω

19:31 οτι εξ ιερουσαλημ εξελευσεται καταλειμμα και ανασωζομενος εξ ορους σιων ο ζηλος κυριου των δυναμεων ποιησει τουτο

19:32 ουχ ουτως ταδε λεγει κυριος προς βασιλεα ασσυριων ουκ εισελευσεται εις την πολιν ταυτην και ου τοξευσει εκει βελος και ου προφθασει αυτην θυρεος και ου μη εκχεη προς αυτην προσχωμα

19:33 τη οδω η ηλθεν εν αυτη αποστραφησεται και εις την πολιν ταυτην ουκ εισελευσεται λεγει κυριος

19:34 και υπερασπιω υπερ της πολεως ταυτης δι' εμε και δια δαυιδ τον δουλον μου

19:35 και εγενετο εως νυκτος και εξηλθεν αγγελος κυριου και επαταξεν εν τη παρεμβολη των ασσυριων εκατον ογδοηκοντα πεντε χιλιαδας και ωρθρισαν το πρωι και ιδου παντες σωματα νεκρα

19:36 και απηρεν και επορευθη και απεστρεψεν σενναχηριμ βασιλευς ασσυριων και ωκησεν εν νινευη

19:37 και εγενετο αυτου προσκυνουντος εν οικω νεσεραχ θεου αυτου και αδραμελεχ και σαρασαρ οι υιοι αυτου επαταξαν αυτον εν μαχαιρα και αυτοι εσωθησαν εις γην αραρατ και εβασιλευσεν ασορδαν ο υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase