HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

21:1 υιος δωδεκα ετων μανασσης εν τω βασιλευειν αυτον και πεντηκοντα και πεντε ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου οψιβα

21:2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα τα βδελυγματα των εθνων ων εξηρεν κυριος απο προσωπου των υιων ισραηλ

21:3 και επεστρεψεν και ωκοδομησεν τα υψηλα α κατεσπασεν εζεκιας ο πατηρ αυτου και ανεστησεν θυσιαστηριον τη βααλ και εποιησεν αλση καθως εποιησεν αχααβ βασιλευς ισραηλ και προσεκυνησεν παση τη δυναμει του ουρανου και εδουλευσεν αυτοις

21:4 και ωκοδομησεν θυσιαστηριον εν οικω κυριου ως ειπεν εν ιερουσαλημ θησω το ονομα μου

21:5 και ωκοδομησεν θυσιαστηριον παση τη δυναμει του ουρανου εν ταις δυσιν αυλαις οικου κυριου

21:6 και διηγεν τους υιους αυτου εν πυρι και εκληδονιζετο και οιωνιζετο και εποιησεν θελητην και γνωστας επληθυνεν του ποιειν το πονηρον εν οφθαλμοις κυριου παροργισαι αυτον

21:7 και εθηκεν το γλυπτον του αλσους εν τω οικω ω ειπεν κυριος προς δαυιδ και προς σαλωμων τον υιον αυτου εν τω οικω τουτω και εν ιερουσαλημ η εξελεξαμην εκ πασων φυλων ισραηλ και θησω το ονομα μου εκει εις τον αιωνα

21:8 και ου προσθησω του σαλευσαι τον ποδα ισραηλ απο της γης ης εδωκα τοις πατρασιν αυτων οιτινες φυλαξουσιν παντα οσα ενετειλαμην κατα πασαν την εντολην ην ενετειλατο αυτοις ο δουλος μου μωυσης

21:9 και ουκ ηκουσαν και επλανησεν αυτους μανασσης του ποιησαι το πονηρον εν οφθαλμοις κυριου υπερ τα εθνη α ηφανισεν κυριος εκ προσωπου υιων ισραηλ

21:10 και ελαλησεν κυριος εν χειρι δουλων αυτου των προφητων λεγων

21:11 ανθ' ων οσα εποιησεν μανασσης ο βασιλευς ιουδα τα βδελυγματα ταυτα τα πονηρα απο παντων ων εποιησεν ο αμορραιος ο εμπροσθεν και εξημαρτεν και γε ιουδα εν τοις ειδωλοις αυτων

21:12 ουχ ουτως ταδε λεγει κυριος ο θεος ισραηλ ιδου εγω φερω κακα επι ιερουσαλημ και επι ιουδα ωστε παντος ακουοντος ηχησει αμφοτερα τα ωτα αυτου

21:13 και εκτενω επι ιερουσαλημ το μετρον σαμαρειας και το σταθμιον οικου αχααβ και απαλειψω την ιερουσαλημ καθως απαλειφεται ο αλαβαστρος απαλειφομενος και καταστρεφεται επι προσωπον αυτου

21:14 και απωσομαι το υπολειμμα της κληρονομιας μου και παραδωσω αυτους εις χειρας εχθρων αυτων και εσονται εις διαρπαγην και εις προνομην πασιν τοις εχθροις αυτων

21:15 ανθ' ων οσα εποιησαν το πονηρον εν οφθαλμοις μου και ησαν παροργιζοντες με απο της ημερας ης εξηγαγον τους πατερας αυτων εξ αιγυπτου και εως της ημερας ταυτης

21:16 και γε αιμα αθωον εξεχεεν μανασσης πολυ σφοδρα εως ου επλησεν την ιερουσαλημ στομα εις στομα πλην των αμαρτιων αυτου ων εξημαρτεν τον ιουδαν του ποιησαι το πονηρον εν οφθαλμοις κυριου

21:17 και τα λοιπα των λογων μανασση και παντα οσα εποιησεν και η αμαρτια αυτου ην ημαρτεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

21:18 και εκοιμηθη μανασσης μετα των πατερων αυτου και εταφη εν τω κηπω του οικου αυτου εν κηπω οζα και εβασιλευσεν αμων υιος αυτου αντ' αυτου

21:19 υιος εικοσι και δυο ετων αμων εν τω βασιλευειν αυτον και δυο ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου μεσολλαμ θυγατηρ αρους εξ ιετεβα

21:20 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου καθως εποιησεν μανασσης ο πατηρ αυτου

21:21 και επορευθη εν παση οδω η επορευθη ο πατηρ αυτου και ελατρευσεν τοις ειδωλοις οις ελατρευσεν ο πατηρ αυτου και προσεκυνησεν αυτοις

21:22 και εγκατελιπεν τον κυριον θεον των πατερων αυτου και ουκ επορευθη εν οδω κυριου

21:23 και συνεστραφησαν οι παιδες αμων προς αυτον και εθανατωσαν τον βασιλεα εν τω οικω αυτου

21:24 και επαταξεν πας ο λαος της γης παντας τους συστραφεντας επι τον βασιλεα αμων και εβασιλευσεν ο λαος της γης τον ιωσιαν υιον αυτου αντ' αυτου

21:25 και τα λοιπα των λογων αμων οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

21:26 και εθαψαν αυτον εν τω ταφω αυτου εν τω κηπω οζα και εβασιλευσεν ιωσιας υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase