HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 22

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

22:1 υιος οκτω ετων ιωσιας εν τω βασιλευειν αυτον και τριακοντα και εν ετος εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου ιεδιδα θυγατηρ εδεια εκ βασουρωθ

22:2 και εποιησεν το ευθες εν οφθαλμοις κυριου και επορευθη εν παση οδω δαυιδ του πατρος αυτου ουκ απεστη δεξια η αριστερα

22:3 και εγενηθη εν τω οκτωκαιδεκατω ετει τω βασιλει ιωσια εν τω μηνι τω ογδοω απεστειλεν ο βασιλευς τον σαφφαν υιον εσελιου υιου μεσολλαμ τον γραμματεα οικου κυριου λεγων

22:4 αναβηθι προς χελκιαν τον ιερεα τον μεγαν και σφραγισον το αργυριον το εισενεχθεν εν οικω κυριου ο συνηγαγον οι φυλασσοντες τον σταθμον παρα του λαου

22:5 και δοτωσαν αυτο επι χειρα ποιουντων τα εργα των καθεσταμενων εν οικω κυριου και εδωκεν αυτο τοις ποιουσιν τα εργα τοις εν οικω κυριου του κατισχυσαι το βεδεκ του οικου

22:6 τοις τεκτοσιν και τοις οικοδομοις και τοις τειχισταις και του κτησασθαι ξυλα και λιθους λατομητους του κραταιωσαι το βεδεκ του οικου

22:7 πλην ουκ εξελογιζοντο αυτους το αργυριον το διδομενον αυτοις οτι εν πιστει αυτοι ποιουσιν

22:8 και ειπεν χελκιας ο ιερευς ο μεγας προς σαφφαν τον γραμματεα βιβλιον του νομου ευρον εν οικω κυριου και εδωκεν χελκιας το βιβλιον προς σαφφαν και ανεγνω αυτο

22:9 και εισηνεγκεν προς τον βασιλεα ιωσιαν και επεστρεψεν τω βασιλει ρημα και ειπεν εχωνευσαν οι δουλοι σου το αργυριον το ευρεθεν εν τω οικω κυριου και εδωκαν αυτο επι χειρα ποιουντων τα εργα των καθεσταμενων εν οικω κυριου

22:10 και ειπεν σαφφαν ο γραμματευς προς τον βασιλεα λεγων βιβλιον εδωκεν μοι χελκιας ο ιερευς και ανεγνω αυτο σαφφαν ενωπιον του βασιλεως

22:11 και εγενετο ως ηκουσεν ο βασιλευς τους λογους του βιβλιου του νομου και διερρηξεν τα ιματια εαυτου

22:12 και ενετειλατο ο βασιλευς τω χελκια τω ιερει και τω αχικαμ υιω σαφφαν και τω αχοβωρ υιω μιχαιου και τω σαφφαν τω γραμματει και τω ασαια δουλω του βασιλεως λεγων

22:13 δευτε εκζητησατε τον κυριον περι εμου και περι παντος του λαου και περι παντος του ιουδα περι των λογων του βιβλιου του ευρεθεντος τουτου οτι μεγαλη η οργη κυριου η εκκεκαυμενη εν ημιν υπερ ου ουκ ηκουσαν οι πατερες ημων των λογων του βιβλιου τουτου του ποιειν κατα παντα τα γεγραμμενα καθ' ημων

22:14 και επορευθη χελκιας ο ιερευς και αχικαμ και αχοβωρ και σαφφαν και ασαιας προς ολδαν την προφητιν γυναικα σελλημ υιου θεκουε υιου αραας του ιματιοφυλακος και αυτη κατωκει εν ιερουσαλημ εν τη μασενα και ελαλησαν προς αυτην

22:15 και ειπεν αυτοις ταδε λεγει κυριος ο θεος ισραηλ ειπατε τω ανδρι τω αποστειλαντι υμας προς με

22:16 ταδε λεγει κυριος ιδου εγω επαγω κακα επι τον τοπον τουτον και επι τους ενοικουντας αυτον παντας τους λογους του βιβλιου ους ανεγνω βασιλευς ιουδα

22:17 ανθ' ων εγκατελιπον με και εθυμιων θεοις ετεροις οπως παροργισωσιν με εν τοις εργοις των χειρων αυτων και εκκαυθησεται ο θυμος μου εν τω τοπω τουτω και ου σβεσθησεται

22:18 και προς βασιλεα ιουδα τον αποστειλαντα υμας επιζητησαι τον κυριον ταδε ερειτε προς αυτον ταδε λεγει κυριος ο θεος ισραηλ οι λογοι ους ηκουσας

22:19 ανθ' ων οτι ηπαλυνθη η καρδια σου και ενετραπης απο προσωπου κυριου ως ηκουσας οσα ελαλησα επι τον τοπον τουτον και επι τους ενοικουντας αυτον του ειναι εις αφανισμον και εις καταραν και διερρηξας τα ιματια σου και εκλαυσας ενωπιον εμου και γε εγω ηκουσα λεγει κυριος

22:20 ουχ ουτως ιδου εγω προστιθημι σε προς τους πατερας σου και συναχθηση εις τον ταφον σου εν ειρηνη και ουκ οφθησεται εν τοις οφθαλμοις σου εν πασιν τοις κακοις οις εγω ειμι επαγω επι τον τοπον τουτον και επεστρεψαν τω βασιλει το ρημα

 

Created with FREE HTMLCompiler by BibleDatabase