HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

23:1 και απεστειλεν ο βασιλευς και συνηγαγεν προς εαυτον παντας τους πρεσβυτερους ιουδα και ιερουσαλημ

23:2 και ανεβη ο βασιλευς εις οικον κυριου και πας ανηρ ιουδα και παντες οι κατοικουντες εν ιερουσαλημ μετ' αυτου και οι ιερεις και οι προφηται και πας ο λαος απο μικρου και εως μεγαλου και ανεγνω εν ωσιν αυτων παντας τους λογους του βιβλιου της διαθηκης του ευρεθεντος εν οικω κυριου

23:3 και εστη ο βασιλευς προς τον στυλον και διεθετο διαθηκην ενωπιον κυριου του πορευεσθαι οπισω κυριου και του φυλασσειν τας εντολας αυτου και τα μαρτυρια αυτου και τα δικαιωματα αυτου εν παση καρδια και εν παση ψυχη του αναστησαι τους λογους της διαθηκης ταυτης τα γεγραμμενα επι το βιβλιον τουτο και εστη πας ο λαος εν τη διαθηκη

23:4 και ενετειλατο ο βασιλευς τω χελκια τω ιερει τω μεγαλω και τοις ιερευσιν της δευτερωσεως και τοις φυλασσουσιν τον σταθμον του εξαγαγειν εκ του ναου κυριου παντα τα σκευη τα πεποιημενα τω βααλ και τω αλσει και παση τη δυναμει του ουρανου και κατεκαυσεν αυτα εξω ιερουσαλημ εν σαδημωθ κεδρων και ελαβεν τον χουν αυτων εις βαιθηλ

23:5 και κατεπαυσεν τους χωμαριμ ους εδωκαν βασιλεις ιουδα και εθυμιων εν τοις υψηλοις και εν ταις πολεσιν ιουδα και τοις περικυκλω ιερουσαλημ και τους θυμιωντας τω βααλ και τω ηλιω και τη σεληνη και τοις μαζουρωθ και παση τη δυναμει του ουρανου

23:6 και εξηνεγκεν το αλσος εξ οικου κυριου εξωθεν ιερουσαλημ εις τον χειμαρρουν κεδρων και κατεκαυσεν αυτον εν τω χειμαρρω κεδρων και ελεπτυνεν εις χουν και ερριψεν τον χουν αυτου εις τον ταφον των υιων του λαου

23:7 και καθειλεν τον οικον των καδησιμ των εν τω οικω κυριου ου αι γυναικες υφαινον εκει χεττιιν τω αλσει

23:8 και ανηγαγεν παντας τους ιερεις εκ πολεων ιουδα και εμιανεν τα υψηλα ου εθυμιασαν εκει οι ιερεις απο γαβαα και εως βηρσαβεε και καθειλεν τον οικον των πυλων τον παρα την θυραν της πυλης ιησου αρχοντος της πολεως των εξ αριστερων ανδρος εν τη πυλη της πολεως

23:9 πλην ουκ ανεβησαν οι ιερεις των υψηλων προς το θυσιαστηριον κυριου εν ιερουσαλημ οτι ει μη εφαγον αζυμα εν μεσω των αδελφων αυτων

23:10 και εμιανεν τον ταφεθ τον εν φαραγγι υιου εννομ του διαγειν ανδρα τον υιον αυτου και ανδρα την θυγατερα αυτου τω μολοχ εν πυρι

23:11 και κατεπαυσεν τους ιππους ους εδωκαν βασιλεις ιουδα τω ηλιω εν τη εισοδω οικου κυριου εις το γαζοφυλακιον ναθαν βασιλεως του ευνουχου εν φαρουριμ και το αρμα του ηλιου κατεκαυσεν πυρι

23:12 και τα θυσιαστηρια τα επι του δωματος του υπερωου αχαζ α εποιησαν βασιλεις ιουδα και τα θυσιαστηρια α εποιησεν μανασσης εν ταις δυσιν αυλαις οικου κυριου και καθειλεν ο βασιλευς και κατεσπασεν εκειθεν και ερριψεν τον χουν αυτων εις τον χειμαρρουν κεδρων

23:13 και τον οικον τον επι προσωπον ιερουσαλημ τον εκ δεξιων του ορους του μοσοαθ ον ωκοδομησεν σαλωμων βασιλευς ισραηλ τη ασταρτη προσοχθισματι σιδωνιων και τω χαμως προσοχθισματι μωαβ και τω μολχολ βδελυγματι υιων αμμων εμιανεν ο βασιλευς

23:14 και συνετριψεν τας στηλας και εξωλεθρευσεν τα αλση και επλησεν τους τοπους αυτων οστεων ανθρωπων

23:15 και γε το θυσιαστηριον το εν βαιθηλ το υψηλον ο εποιησεν ιεροβοαμ υιος ναβατ ος εξημαρτεν τον ισραηλ και γε το θυσιαστηριον εκεινο και το υψηλον κατεσπασεν και συνετριψεν τους λιθους αυτου και ελεπτυνεν εις χουν και κατεκαυσεν το αλσος

23:16 και εξενευσεν ιωσιας και ειδεν τους ταφους τους οντας εκει εν τη πολει και απεστειλεν και ελαβεν τα οστα εκ των ταφων και κατεκαυσεν επι το θυσιαστηριον και εμιανεν αυτο κατα το ρημα κυριου ο ελαλησεν ο ανθρωπος του θεου εν τω εσταναι ιεροβοαμ εν τη εορτη επι το θυσιαστηριον και επιστρεψας ηρεν τους οφθαλμους αυτου επι τον ταφον του ανθρωπου του θεου του λαλησαντος τους λογους τουτους

23:17 και ειπεν τι το σκοπελον εκεινο ο εγω ορω και ειπον αυτω οι ανδρες της πολεως ο ανθρωπος του θεου εστιν ο εξεληλυθως εξ ιουδα και επικαλεσαμενος τους λογους τουτους ους επεκαλεσατο επι το θυσιαστηριον βαιθηλ

23:18 και ειπεν αφετε αυτο ανηρ μη κινησατω τα οστα αυτου και ερρυσθησαν τα οστα αυτου μετα των οστων του προφητου του ηκοντος εκ σαμαρειας

23:19 και γε εις παντας τους οικους των υψηλων τους εν ταις πολεσιν σαμαρειας ους εποιησαν βασιλεις ισραηλ παροργιζειν κυριον απεστησεν ιωσιας και εποιησεν εν αυτοις παντα τα εργα α εποιησεν εν βαιθηλ

23:20 και εθυσιασεν παντας τους ιερεις των υψηλων τους οντας εκει επι των θυσιαστηριων και κατεκαυσεν τα οστα των ανθρωπων επ' αυτα και επεστραφη εις ιερουσαλημ

23:21 και ενετειλατο ο βασιλευς παντι τω λαω λεγων ποιησατε το πασχα τω κυριω θεω ημων καθως γεγραπται επι βιβλιου της διαθηκης ταυτης

23:22 οτι ουκ εγενηθη το πασχα τουτο αφ' ημερων των κριτων οι εκρινον τον ισραηλ και πασας τας ημερας βασιλεων ισραηλ και βασιλεων ιουδα

23:23 οτι αλλ' η τω οκτωκαιδεκατω ετει του βασιλεως ιωσια εγενηθη το πασχα τω κυριω εν ιερουσαλημ

23:24 και γε τους θελητας και τους γνωριστας και τα θεραφιν και τα ειδωλα και παντα τα προσοχθισματα τα γεγονοτα εν γη ιουδα και εν ιερουσαλημ εξηρεν ο βασιλευς ιωσιας ινα στηση τους λογους του νομου τους γεγραμμενους επι του βιβλιου ου ευρεν χελκιας ο ιερευς εν οικω κυριου

23:25 ομοιος αυτω ουκ εγενηθη εμπροσθεν αυτου βασιλευς ος επεστρεψεν προς κυριον εν ολη καρδια αυτου και εν ολη ψυχη αυτου και εν ολη ισχυι αυτου κατα παντα τον νομον μωυση και μετ' αυτον ουκ ανεστη ομοιος αυτω

23:26 πλην ουκ απεστραφη κυριος απο θυμου οργης αυτου του μεγαλου ου εθυμωθη οργη αυτου εν τω ιουδα επι τους παροργισμους ους παρωργισεν αυτον μανασσης

23:27 και ειπεν κυριος και γε τον ιουδαν αποστησω απο του προσωπου μου καθως απεστησα τον ισραηλ και απωσομαι την πολιν ταυτην ην εξελεξαμην την ιερουσαλημ και τον οικον ου ειπον εσται το ονομα μου εκει

23:28 και τα λοιπα των λογων ιωσιου και παντα οσα εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

23:29 εν δε ταις ημεραις αυτου ανεβη φαραω νεχαω βασιλευς αιγυπτου επι βασιλεα ασσυριων επι ποταμον ευφρατην και επορευθη ιωσιας εις απαντην αυτου και εθανατωσεν αυτον νεχαω εν μαγεδδω εν τω ιδειν αυτον

23:30 και επεβιβασαν αυτον οι παιδες αυτου νεκρον εκ μαγεδδω και ηγαγον αυτον εις ιερουσαλημ και εθαψαν αυτον εν τω ταφω αυτου εν πολει δαυιδ και ελαβεν ο λαος της γης τον ιωαχας υιον ιωσιου και εχρισαν αυτον και εβασιλευσαν αυτον αντι του πατρος αυτου

23:31 υιος εικοσι και τριων ετων ην ιωαχας εν τω βασιλευειν αυτον και τριμηνον εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αμιταλ θυγατηρ ιερεμιου εκ λεμνα

23:32 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα παντα οσα εποιησαν οι πατερες αυτου

23:33 και μετεστησεν αυτον φαραω νεχαω εν δεβλαθα εν γη εμαθ του μη βασιλευειν εν ιερουσαλημ και εδωκεν ζημιαν επι την γην εκατον ταλαντα αργυριου και εκατον ταλαντα χρυσιου

23:34 και εβασιλευσεν φαραω νεχαω επ' αυτους τον ελιακιμ υιον ιωσιου βασιλεως ιουδα αντι ιωσιου του πατρος αυτου και επεστρεψεν το ονομα αυτου ιωακιμ και τον ιωαχας ελαβεν και εισηνεγκεν εις αιγυπτον και απεθανεν εκει

23:35 και το αργυριον και το χρυσιον εδωκεν ιωακιμ τω φαραω πλην ετιμογραφησεν την γην του δουναι το αργυριον επι στοματος φαραω ανηρ κατα την συντιμησιν αυτου εδωκαν το αργυριον και το χρυσιον μετα του λαου της γης δουναι τω φαραω νεχαω

23:36 υιος εικοσι και πεντε ετων ιωακιμ εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου ιελδαφ θυγατηρ φεδεια εκ ρουμα

23:37 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα παντα οσα εποιησαν οι πατερες αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase