HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Kings 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25]

24:1 εν ταις ημεραις αυτου ανεβη ναβουχοδονοσορ βασιλευς βαβυλωνος και εγενηθη αυτω ιωακιμ δουλος τρια ετη και επεστρεψεν και ηθετησεν εν αυτω

24:2 και απεστειλεν αυτω τους μονοζωνους των χαλδαιων και τους μονοζωνους συριας και τους μονοζωνους μωαβ και τους μονοζωνους υιων αμμων και εξαπεστειλεν αυτους εν τη γη ιουδα του κατισχυσαι κατα τον λογον κυριου ον ελαλησεν εν χειρι των δουλων αυτου των προφητων

24:3 πλην επι τον θυμον κυριου ην εν τω ιουδα αποστησαι αυτον απο προσωπου αυτου εν αμαρτιαις μανασση κατα παντα οσα εποιησεν

24:4 και γε αιμα αθωον εξεχεεν και επλησεν την ιερουσαλημ αιματος αθωου και ουκ ηθελησεν κυριος ιλασθηναι

24:5 και τα λοιπα των λογων ιωακιμ και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα

24:6 και εκοιμηθη ιωακιμ μετα των πατερων αυτου και εβασιλευσεν ιωακιμ υιος αυτου αντ' αυτου

24:7 και ου προσεθετο ετι βασιλευς αιγυπτου εξελθειν εκ της γης αυτου οτι ελαβεν βασιλευς βαβυλωνος απο του χειμαρρου αιγυπτου εως του ποταμου ευφρατου παντα οσα ην του βασιλεως αιγυπτου

24:8 υιος οκτωκαιδεκα ετων ιωακιμ εν τω βασιλευειν αυτον και τριμηνον εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου νεσθα θυγατηρ ελλαναθαν εξ ιερουσαλημ

24:9 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν ο πατηρ αυτου

24:10 εν τω καιρω εκεινω ανεβη ναβουχοδονοσορ βασιλευς βαβυλωνος εις ιερουσαλημ και ηλθεν η πολις εν περιοχη

24:11 και εισηλθεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος εις την πολιν και οι παιδες αυτου επολιορκουν επ' αυτην

24:12 και εξηλθεν ιωακιμ βασιλευς ιουδα επι βασιλεα βαβυλωνος αυτος και οι παιδες αυτου και η μητηρ αυτου και οι αρχοντες αυτου και οι ευνουχοι αυτου και ελαβεν αυτον βασιλευς βαβυλωνος εν ετει ογδοω της βασιλειας αυτου

24:13 και εξηνεγκεν εκειθεν παντας τους θησαυρους οικου κυριου και τους θησαυρους οικου του βασιλεως και συνεκοψεν παντα τα σκευη τα χρυσα α εποιησεν σαλωμων βασιλευς ισραηλ εν τω ναω κυριου κατα το ρημα κυριου

24:14 και απωκισεν την ιερουσαλημ και παντας τους αρχοντας και τους δυνατους ισχυι αιχμαλωσιας δεκα χιλιαδας αιχμαλωτισας και παν τεκτονα και τον συγκλειοντα και ουχ υπελειφθη πλην οι πτωχοι της γης

24:15 και απωκισεν τον ιωακιμ εις βαβυλωνα και την μητερα του βασιλεως και τας γυναικας του βασιλεως και τους ευνουχους αυτου και τους ισχυρους της γης απηγαγεν αποικεσιαν εξ ιερουσαλημ εις βαβυλωνα

24:16 και παντας τους ανδρας της δυναμεως επτακισχιλιους και τον τεκτονα και τον συγκλειοντα χιλιους παντες δυνατοι ποιουντες πολεμον και ηγαγεν αυτους βασιλευς βαβυλωνος μετοικεσιαν εις βαβυλωνα

24:17 και εβασιλευσεν βασιλευς βαβυλωνος τον μαθθανιαν υιον αυτου αντ' αυτου και επεθηκεν το ονομα αυτου σεδεκια

24:18 υιος εικοσι και ενος ενιαυτου σεδεκιας εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αμιταλ θυγατηρ ιερεμιου

24:19 και εποιησεν το πονηρον ενωπιον κυριου κατα παντα οσα εποιησεν ιωακιμ

24:20 οτι επι τον θυμον κυριου ην επι ιερουσαλημ και εν τω ιουδα εως απερριψεν αυτους απο προσωπου αυτου και ηθετησεν σεδεκιας εν τω βασιλει βαβυλωνος

 

Created with FREE HTMLCompiler by BibleDatabase