HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

7:1 και τοις υιοις ισσαχαρ θωλα και φουα και ιασουβ και σεμερων τεσσαρες

7:2 και υιοι θωλα οζι και ραφαια και ιεριηλ και ιεμου και ιεβασαμ και σαμουηλ αρχοντες οικων πατριων αυτων τω θωλα ισχυροι δυναμει κατα γενεσεις αυτων ο αριθμος αυτων εν ημεραις δαυιδ εικοσι και δυο χιλιαδες και εξακοσιοι

7:3 και υιοι οζι ιεζρια και υιοι ιεζρια μιχαηλ και οβδια και ιωηλ και ιεσια πεντε αρχοντες παντες

7:4 και επ' αυτων κατα γενεσεις αυτων κατ' οικους πατρικους αυτων ισχυροι παραταξασθαι εις πολεμον τριακοντα και εξ χιλιαδες οτι επληθυναν γυναικας και υιους

7:5 και αδελφοι αυτων εις πασας πατριας ισσαχαρ ισχυροι δυναμει ογδοηκοντα και επτα χιλιαδες ο αριθμος αυτων των παντων

7:6 βενιαμιν βαλε και βαχιρ και ιαδιηλ τρεις

7:7 και υιοι βαλε ασεβων και οζι και οζιηλ και ιεριμωθ και ουρι πεντε αρχοντες οικων πατρικων ισχυροι δυναμει και ο αριθμος αυτων εικοσι και δυο χιλιαδες και τριακοντα τεσσαρες

7:8 και υιοι βαχιρ ζαμαριας και ιωας και ελιεζερ και ελιθεναν και αμαρια και ιεριμωθ και αβιου και αναθωθ και γεμεεθ παντες ουτοι υιοι βαχιρ

7:9 και ο αριθμος αυτων κατα γενεσεις αυτων αρχοντες οικων πατριων αυτων ισχυροι δυναμει εικοσι χιλιαδες και διακοσιοι

7:10 και υιοι ιαδιηλ βαλααν και υιοι βαλααν ιαους και βενιαμιν και αωθ και χανανα και ζαιθαν και ραμεσσαι και αχισααρ

7:11 παντες ουτοι υιοι ιαδιηλ αρχοντες των πατριων ισχυροι δυναμει επτακαιδεκα χιλιαδες και διακοσιοι εκπορευομενοι δυναμει του πολεμειν

7:12 και σαπφιν και απφιν και υιοι ραωμ υιος αυτου αερ

7:13 υιοι νεφθαλι ιασιηλ και γωνι και ισσιηρ και σαλωμ υιοι βαλαα

7:14 υιοι μανασση ασεριηλ ον ετεκεν η παλλακη αυτου η συρα ετεκεν τον μαχιρ πατερα γαλααδ

7:15 και μαχιρ ελαβεν γυναικα τω αμφιν και μαμφιν και ονομα αδελφης αυτου μοωχα και ονομα τω δευτερω σαλπααδ και εγεννηθησαν τω σαλπααδ θυγατερες

7:16 και ετεκεν μοωχα γυνη μαχιρ υιον και εκαλεσεν το ονομα αυτου φαρες και ονομα αδελφου αυτου σορος υιος αυτου ουλαμ

7:17 και υιοι ουλαμ βαδαν ουτοι υιοι γαλααδ υιου μαχιρ υιου μανασση

7:18 και αδελφη αυτου η μαλεχεθ ετεκεν τον ισαδεκ και τον αβιεζερ και τον μαελα

7:19 και ησαν υιοι σεμιρα ιααιμ και συχεμ και λακει και ανιαμ

7:20 και υιοι εφραιμ σωθαλα και βαραδ υιος αυτου και θααθ υιος αυτου ελεαδα υιος αυτου νομεε υιος αυτου

7:21 ζαβεδ υιος αυτου σωθελε υιος αυτου και εζερ και ελεαδ και απεκτειναν αυτους ανδρες γεθ οι τεχθεντες εν τη γη οτι κατεβησαν λαβειν τα κτηνη αυτων

7:22 και επενθησεν εφραιμ πατηρ αυτων ημερας πολλας και ηλθον αδελφοι αυτου του παρακαλεσαι αυτον

7:23 και εισηλθεν προς την γυναικα αυτου και ελαβεν εν γαστρι και ετεκεν υιον και εκαλεσεν το ονομα αυτου βαραγα οτι εν κακοις εγενετο εν οικω μου

7:24 και εν εκεινοις τοις καταλοιποις και ωκοδομησεν βαιθωρων την κατω και την ανω και υιοι οζαν σεηρα

7:25 και ραφη υιοι αυτου ρασεφ και θαλε υιοι αυτου θαεν υιος αυτου

7:26 τω λααδαν υιω αυτου αμιουδ υιος αυτου ελισαμα υιος αυτου

7:27 νουμ υιος αυτου ιησουε υιος αυτου

7:28 και κατασχεσις αυτων και κατοικια αυτων βαιθηλ και αι κωμαι αυτης κατ' ανατολας νααραν προς δυσμαις γαζερ και αι κωμαι αυτης και συχεμ και αι κωμαι αυτης εως γαιαν και αι κωμαι αυτης

7:29 και εως οριων υιων μανασση βαιθσααν και αι κωμαι αυτης θααναχ και αι κωμαι αυτης και βαλαδ και αι κωμαι αυτης μαγεδδω και αι κωμαι αυτης δωρ και αι κωμαι αυτης εν ταυταις κατωκησαν οι υιοι ιωσηφ υιου ισραηλ

7:30 υιοι ασηρ ιεμνα και ισουα και ισουι και βεριγα και σορε αδελφη αυτων

7:31 και υιοι βεριγα χαβερ και μελχιηλ ουτος πατηρ βερζαιθ

7:32 και χαβερ εγεννησεν τον ιαφαλητ και τον σαμηρ και τον χωθαμ και την σωλα αδελφην αυτων

7:33 και υιοι ιαφαλητ φεσηχι βαμαηλ και ασιθ ουτοι υιοι ιαφαλητ

7:34 και υιοι σεμμηρ αχιουραογα και οβα και αραμ

7:35 και βανηελαμ αδελφοι αυτου σωφα και ιμανα και σελλης και αμαλ

7:36 υιοι σωφα χουχι αρναφαρ και σουαλ και βαρι και ιμαρη

7:37 σοβαλ και ωδ και σεμμα και σαλισα και ιεθραν και βεηρα

7:38 και υιοι ιεθερ ιφινα και φασφα και αρα

7:39 και υιοι ωλα ορεχ ανιηλ και ρασια

7:40 παντες ουτοι υιοι ασηρ παντες αρχοντες πατριων εκλεκτοι ισχυροι δυναμει αρχοντες ηγουμενοι αριθμος αυτων εις παραταξιν του πολεμειν αριθμος αυτων ανδρες εικοσι εξ χιλιαδες

 

Created with FREE HTMLCompiler by BibleDatabase