HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

10:1 και αλλοφυλοι επολεμησαν προς ισραηλ και εφυγον απο προσωπου αλλοφυλων και επεσον τραυματιαι εν ορει γελβουε

10:2 και κατεδιωξαν αλλοφυλοι οπισω σαουλ και οπισω υιων αυτου και επαταξαν αλλοφυλοι τον ιωναθαν και τον αμιναδαβ και τον μελχισουε υιους σαουλ

10:3 και εβαρυνθη ο πολεμος επι σαουλ και ευρον αυτον οι τοξοται εν τοις τοξοις και πονοις και επονεσεν απο των τοξων

10:4 και ειπεν σαουλ τω αιροντι τα σκευη αυτου σπασαι την ρομφαιαν σου και εκκεντησον με εν αυτη μη ελθωσιν οι απεριτμητοι ουτοι και εμπαιξωσιν μοι και ουκ εβουλετο ο αιρων τα σκευη αυτου οτι εφοβειτο σφοδρα και ελαβεν σαουλ την ρομφαιαν και επεπεσεν επ' αυτην

10:5 και ειδεν ο αιρων τα σκευη αυτου οτι απεθανεν σαουλ και επεσεν και γε αυτος επι την ρομφαιαν αυτου και απεθανεν

10:6 και απεθανεν σαουλ και τρεις υιοι αυτου εν τη ημερα εκεινη και πας ο οικος αυτου επι το αυτο απεθανεν

10:7 και ειδεν πας ανηρ ισραηλ ο εν τω αυλωνι οτι εφυγεν ισραηλ και οτι απεθανεν σαουλ και οι υιοι αυτου και κατελιπον τας πολεις αυτων και εφυγον και ηλθον αλλοφυλοι και κατωκησαν εν αυταις

10:8 και εγενετο τη εχομενη και ηλθον αλλοφυλοι του σκυλευειν τους τραυματιας και ευρον τον σαουλ και τους υιους αυτου πεπτωκοτας εν τω ορει γελβουε

10:9 και εξεδυσαν αυτον και ελαβον την κεφαλην αυτου και τα σκευη αυτου και απεστειλαν εις γην αλλοφυλων κυκλω του ευαγγελισασθαι τοις ειδωλοις αυτων και τω λαω

10:10 και εθηκαν τα σκευη αυτου εν οικω θεου αυτων και την κεφαλην αυτου εθηκαν εν οικω δαγων

10:11 και ηκουσαν παντες οι κατοικουντες γαλααδ απαντα α εποιησαν αλλοφυλοι τω σαουλ και τω ισραηλ

10:12 και ηγερθησαν εκ γαλααδ πας ανηρ δυνατος και ελαβον το σωμα σαουλ και το σωμα των υιων αυτου και ηνεγκαν αυτα εις ιαβις και εθαψαν τα οστα αυτων υπο την δρυν εν ιαβις και ενηστευσαν επτα ημερας

10:13 και απεθανεν σαουλ εν ταις ανομιαις αυτου αις ηνομησεν τω κυριω κατα τον λογον κυριου διοτι ουκ εφυλαξεν οτι επηρωτησεν σαουλ εν τω εγγαστριμυθω του ζητησαι και απεκρινατο αυτω σαμουηλ ο προφητης

10:14 και ουκ εζητησεν κυριον και απεκτεινεν αυτον και επεστρεψεν την βασιλειαν τω δαυιδ υιω ιεσσαι

 

Created with FREE HTMLCompiler by BibleDatabase