HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

11:1 και ηλθεν πας ισραηλ προς δαυιδ εν χεβρων λεγοντες ιδου οστα σου και σαρκες σου ημεις

11:2 και εχθες και τριτην οντος σαουλ βασιλεως συ ησθα ο εξαγων και εισαγων τον ισραηλ και ειπεν κυριος ο θεος σου σοι συ ποιμανεις τον λαον μου τον ισραηλ και συ εση εις ηγουμενον επι ισραηλ

11:3 και ηλθον παντες πρεσβυτεροι ισραηλ προς τον βασιλεα εις χεβρων και διεθετο αυτοις ο βασιλευς δαυιδ διαθηκην εν χεβρων εναντιον κυριου και εχρισαν τον δαυιδ εις βασιλεα επι ισραηλ κατα τον λογον κυριου δια χειρος σαμουηλ

11:4 και επορευθη ο βασιλευς και ανδρες ισραηλ εις ιερουσαλημ αυτη ιεβους και εκει οι ιεβουσαιοι οι κατοικουντες την γην

11:5 ειπαν δε οι κατοικουντες ιεβους τω δαυιδ ουκ εισελευση ωδε και προκατελαβετο την περιοχην σιων αυτη η πολις δαυιδ

11:6 και ειπεν δαυιδ πας τυπτων ιεβουσαιον εν πρωτοις και εσται εις αρχοντα και εις στρατηγον και ανεβη επ' αυτην εν πρωτοις ιωαβ υιος σαρουια και εγενετο εις αρχοντα

11:7 και εκαθισεν δαυιδ εν τη περιοχη δια τουτο εκαλεσεν αυτην πολιν δαυιδ

11:8 και ωκοδομησεν την πολιν κυκλω και επολεμησεν και ελαβεν την πολιν

11:9 και επορευετο δαυιδ πορευομενος και μεγαλυνομενος και κυριος παντοκρατωρ μετ' αυτου

11:10 και ουτοι οι αρχοντες των δυνατων οι ησαν τω δαυιδ οι κατισχυοντες μετ' αυτου εν τη βασιλεια αυτου μετα παντος ισραηλ του βασιλευσαι αυτον κατα τον λογον κυριου επι ισραηλ

11:11 και ουτος ο αριθμος των δυνατων του δαυιδ ιεσεβααλ υιος αχαμανι πρωτος των τριακοντα ουτος εσπασατο την ρομφαιαν αυτου απαξ επι τριακοσιους τραυματιας εν καιρω ενι

11:12 και μετ' αυτον ελεαζαρ υιος δωδαι ο αχωχι ουτος ην εν τοις τρισιν δυνατοις

11:13 ουτος ην μετα δαυιδ εν φασοδομιν και οι αλλοφυλοι συνηχθησαν εκει εις πολεμον και ην μερις του αγρου πληρης κριθων και ο λαος εφυγεν απο προσωπου αλλοφυλων

11:14 και εστη εν μεσω της μεριδος και εσωσεν αυτην και επαταξεν τους αλλοφυλους και εποιησεν κυριος σωτηριαν μεγαλην

11:15 και κατεβησαν τρεις εκ των τριακοντα αρχοντων εις την πετραν προς δαυιδ εις το σπηλαιον οδολλαμ και παρεμβολη των αλλοφυλων παρεμβεβληκει εν τη κοιλαδι των γιγαντων

11:16 και δαυιδ τοτε εν τη περιοχη και το συστεμα των αλλοφυλων τοτε εν βαιθλεεμ

11:17 και επεθυμησεν δαυιδ και ειπεν τις ποτιει με υδωρ εκ του λακκου βαιθλεεμ του εν τη πυλη

11:18 και διερρηξαν οι τρεις την παρεμβολην των αλλοφυλων και υδρευσαντο υδωρ εκ του λακκου του εν βαιθλεεμ ος ην εν τη πυλη και ελαβον και ηλθον προς δαυιδ και ουκ ηθελησεν δαυιδ του πιειν αυτο και εσπεισεν αυτο τω κυριω

11:19 και ειπεν ιλεως μοι ο θεος του ποιησαι το ρημα τουτο ει αιμα ανδρων τουτων πιομαι εν ψυχαις αυτων οτι εν ψυχαις αυτων ηνεγκαν αυτο και ουκ εβουλετο πιειν αυτο ταυτα εποιησαν οι τρεις δυνατοι

11:20 και αβεσσα αδελφος ιωαβ ουτος ην αρχων των τριων ουτος εσπασατο την ρομφαιαν αυτου επι τριακοσιους τραυματιας εν καιρω ενι και ουτος ην ονομαστος εν τοις τρισιν

11:21 απο των τριων υπερ τους δυο ενδοξος και ην αυτοις εις αρχοντα και εως των τριων ουκ ηρχετο

11:22 και βαναιας υιος ιωδαε υιος ανδρος δυνατου πολλα εργα αυτου υπερ καβασαηλ ουτος επαταξεν τους δυο αριηλ μωαβ και ουτος κατεβη και επαταξεν τον λεοντα εν τω λακκω εν ημερα χιονος

11:23 και ουτος επαταξεν τον ανδρα τον αιγυπτιον ανδρα ορατον πενταπηχυν και εν χειρι του αιγυπτιου δορυ ως αντιον υφαινοντων και κατεβη επ' αυτον βαναιας εν ραβδω και αφειλατο εκ της χειρος του αιγυπτιου το δορυ και απεκτεινεν αυτον εν τω δορατι αυτου

11:24 ταυτα εποιησεν βαναιας υιος ιωδαε και τουτω ονομα εν τοις τρισιν τοις δυνατοις

11:25 υπερ τους τριακοντα ενδοξος ουτος και προς τους τρεις ουκ ηρχετο και κατεστησεν αυτον δαυιδ επι την πατριαν αυτου

11:26 και δυνατοι των δυναμεων ασαηλ αδελφος ιωαβ ελεαναν υιος δωδω εκ βαιθλαεμ

11:27 σαμμωθ ο αδι χελλης ο φελωνι

11:28 ωραι υιος εκκης ο θεκωι αβιεζερ ο αναθωθι

11:29 σοβοχαι ο ασωθι ηλι ο αχωι

11:30 μοοραι ο νετωφαθι χολοδ υιος νοοζα ο νετωφαθι

11:31 αιθι υιος ριβαι εκ βουνου βενιαμιν βαναιας ο φαραθωνι

11:32 ουρι εκ ναχαλιγαας αβιηλ ο γαραβεθθι

11:33 αζμωθ ο βεερμι ελιαβα ο σαλαβωνι

11:34 βενναιας οσομ ο γεννουνι ιωναθαν υιος σωλα ο αραρι

11:35 αχιμ υιος σαχαρ ο αραρι ελφαλ υιος ουρ

11:36 οφαρ ο μοχοραθι αχια ο φελωνι

11:37 ησεραι ο χαρμαλι νααραι υιος αζωβαι

11:38 ιωηλ αδελφος ναθαν μεβααρ υιος αγαρι

11:39 σεληκ ο αμμωνι ναχωρ ο βερθι αιρων σκευη ιωαβ υιου σαρουια

11:40 ιρα ο ιεθηρι γαρηβ ο ιεθηρι

11:41 ουριας ο χεττι ζαβετ υιος αχλια

11:42 αδινα υιος σαιζα του ρουβην αρχων και επ' αυτω τριακοντα

11:43 αναν υιος μοωχα και ιωσαφατ ο βαιθανι

11:44 οζια ο ασταρωθι σαμμα και ιιηλ υιοι χωθαν του αραρι

11:45 ιεδιηλ υιος σαμερι και ιωαζαε ο αδελφος αυτου ο ιεασι

11:46 ελιηλ ο μιι και ιαριβι και ιωσια υιος αυτου ελνααμ και ιεθεμα ο μωαβιτης

11:47 αλιηλ και ωβηδ και ιεσιηλ ο μισαβια

 

Created with FREE HTMLCompiler by BibleDatabase