HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

13:1 και εβουλευσατο δαυιδ μετα των χιλιαρχων και των εκατονταρχων παντι ηγουμενω

13:2 και ειπεν δαυιδ τη παση εκκλησια ισραηλ ει εφ' υμιν αγαθον και παρα κυριου θεου ημων ευοδωθη αποστειλωμεν προς τους αδελφους ημων τους υπολελειμμενους εν παση γη ισραηλ και μετ' αυτων οι ιερεις οι λευιται εν πολεσιν κατασχεσεως αυτων και συναχθησονται προς ημας

13:3 και μετενεγκωμεν την κιβωτον του θεου ημων προς ημας οτι ουκ εζητησαν αυτην αφ' ημερων σαουλ

13:4 και ειπεν πασα η εκκλησια του ποιησαι ουτως οτι ευθης ο λογος εν οφθαλμοις παντος του λαου

13:5 και εξεκκλησιασεν δαυιδ τον παντα ισραηλ απο οριων αιγυπτου και εως εισοδου ημαθ του εισενεγκαι την κιβωτον του θεου εκ πολεως ιαριμ

13:6 και ανηγαγεν αυτην δαυιδ και πας ισραηλ ανεβη εις πολιν δαυιδ η ην του ιουδα του αναγαγειν εκειθεν την κιβωτον του θεου κυριου καθημενου επι χερουβιν ου επεκληθη ονομα αυτου

13:7 και επεθηκαν την κιβωτον του θεου επι αμαξαν καινην εξ οικου αμιναδαβ και οζα και οι αδελφοι αυτου ηγον την αμαξαν

13:8 και δαυιδ και πας ισραηλ παιζοντες εναντιον του θεου εν παση δυναμει και εν ψαλτωδοις και εν κινυραις και εν ναβλαις εν τυμπανοις και εν κυμβαλοις και εν σαλπιγξιν

13:9 και ηλθοσαν εως της αλωνος και εξετεινεν οζα την χειρα αυτου του κατασχειν την κιβωτον οτι εξεκλινεν αυτην ο μοσχος

13:10 και εθυμωθη οργη κυριος επι οζα και επαταξεν αυτον εκει δια το εκτειναι την χειρα αυτου επι την κιβωτον και απεθανεν εκει απεναντι του θεου

13:11 και ηθυμησεν δαυιδ οτι διεκοψεν κυριος διακοπην εν οζα και εκαλεσεν τον τοπον εκεινον διακοπη οζα εως της ημερας ταυτης

13:12 και εφοβηθη δαυιδ τον θεον εν τη ημερα εκεινη λεγων πως εισοισω προς εμαυτον την κιβωτον του θεου

13:13 και ουκ απεστρεψεν δαυιδ την κιβωτον προς εαυτον εις πολιν δαυιδ και εξεκλινεν αυτην εις οικον αβεδδαρα του γεθθαιου

13:14 και εκαθισεν η κιβωτος του θεου εν οικω αβεδδαρα τρεις μηνας και ευλογησεν ο θεος αβεδδαραμ και παντα τα αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase