HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

18:1 και εγενετο μετα ταυτα και επαταξεν δαυιδ τους αλλοφυλους και ετροπωσατο αυτους και ελαβεν την γεθ και τας κωμας αυτης εκ χειρος αλλοφυλων

18:2 και επαταξεν την μωαβ και ησαν μωαβ παιδες τω δαυιδ φεροντες δωρα

18:3 και επαταξεν δαυιδ τον αδρααζαρ βασιλεα σουβα ημαθ πορευομενου αυτου επιστησαι χειρα αυτου επι ποταμον ευφρατην

18:4 και προκατελαβετο δαυιδ αυτων χιλια αρματα και επτα χιλιαδας ιππων και εικοσι χιλιαδας ανδρων πεζων και παρελυσεν δαυιδ παντα τα αρματα και υπελιπετο εξ αυτων εκατον αρματα

18:5 και ηλθεν συρος εκ δαμασκου βοηθησαι αδρααζαρ βασιλει σουβα και επαταξεν δαυιδ εν τω συρω εικοσι και δυο χιλιαδας ανδρων

18:6 και εθετο δαυιδ φρουραν εν συρια τη κατα δαμασκον και ησαν τω δαυιδ εις παιδας φεροντας δωρα και εσωζεν κυριος τον δαυιδ εν πασιν οις επορευετο

18:7 και ελαβεν δαυιδ τους κλοιους τους χρυσους οι ησαν επι τους παιδας αδρααζαρ και ηνεγκεν αυτους εις ιερουσαλημ

18:8 και εκ της μεταβηχας και εκ των εκλεκτων πολεων των αδρααζαρ ελαβεν δαυιδ χαλκον πολυν σφοδρα εξ αυτου εποιησεν σαλωμων την θαλασσαν την χαλκην και τους στυλους και τα σκευη τα χαλκα

18:9 και ηκουσεν θωα βασιλευς ημαθ οτι επαταξεν δαυιδ την πασαν δυναμιν αδρααζαρ βασιλεως σουβα

18:10 και απεστειλεν τον ιδουραμ υιον αυτου προς τον βασιλεα δαυιδ του ερωτησαι αυτον τα εις ειρηνην και του ευλογησαι αυτον υπερ ου επολεμησεν τον αδρααζαρ και επαταξεν αυτον οτι ανηρ πολεμιος θωα ην τω αδρααζαρ και παντα τα σκευη αργυρα και χρυσα

18:11 και ταυτα ηγιασεν δαυιδ τω κυριω μετα του αργυριου και του χρυσιου ου ελαβεν εκ παντων των εθνων εξ ιδουμαιας και μωαβ και εξ υιων αμμων και εκ των αλλοφυλων και εξ αμαληκ

18:12 και αβεσσα υιος σαρουια επαταξεν την ιδουμαιαν εν κοιλαδι των αλων οκτω και δεκα χιλιαδας

18:13 και εθετο εν τη κοιλαδι φρουρας και ησαν παντες οι ιδουμαιοι παιδες δαυιδ και εσωζεν κυριος τον δαυιδ εν πασιν οις επορευετο

18:14 και εβασιλευσεν δαυιδ επι παντα ισραηλ και ην ποιων κριμα και δικαιοσυνην τω παντι λαω αυτου

18:15 και ιωαβ υιος σαρουια επι της στρατιας και ιωσαφατ υιος αχιλουδ υπομνηματογραφος

18:16 και σαδωκ υιος αχιτωβ και αχιμελεχ υιος αβιαθαρ ιερεις και σουσα γραμματευς

18:17 και βαναιας υιος ιωδαε επι του χερεθθι και του φελεθθι και υιοι δαυιδ οι πρωτοι διαδοχοι του βασιλεως

 

Created with FREE HTMLCompiler by BibleDatabase