HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

20:1 και εγενετο εν τω επιοντι ετει εν τη εξοδω των βασιλεων και ηγαγεν ιωαβ πασαν την δυναμιν της στρατιας και εφθειραν την χωραν υιων αμμων και ηλθεν και περιεκαθισεν την ραββα και δαυιδ εκαθητο εν ιερουσαλημ και επαταξεν ιωαβ την ραββα και κατεσκαψεν αυτην

20:2 και ελαβεν δαυιδ τον στεφανον μολχολ βασιλεως αυτων απο της κεφαλης αυτου και ευρεθη ο σταθμος αυτου ταλαντον χρυσιου και εν αυτω λιθος τιμιος και ην επι την κεφαλην δαυιδ και σκυλα της πολεως εξηνεγκεν πολλα σφοδρα

20:3 και τον λαον τον εν αυτη εξηγαγεν και διεπρισεν πριοσιν και εν σκεπαρνοις σιδηροις και ουτως εποιησεν δαυιδ τοις πασιν υιοις αμμων και ανεστρεψεν δαυιδ και πας ο λαος αυτου εις ιερουσαλημ

20:4 και εγενετο μετα ταυτα και εγενετο ετι πολεμος εν γαζερ μετα των αλλοφυλων τοτε επαταξεν σοβοχαι ο ουσαθι τον σαφου απο των υιων των γιγαντων και εταπεινωσεν αυτον

20:5 και εγενετο ετι πολεμος μετα των αλλοφυλων και επαταξεν ελλαναν υιος ιαιρ τον λεεμι αδελφον γολιαθ του γεθθαιου και ξυλον δορατος αυτου ως αντιον υφαινοντων

20:6 και εγενετο ετι πολεμος εν γεθ και ην ανηρ υπερμεγεθης και δακτυλοι αυτου εξ και εξ εικοσι τεσσαρες και ουτος ην απογονος γιγαντων

20:7 και ωνειδισεν τον ισραηλ και επαταξεν αυτον ιωναθαν υιος σαμαα αδελφου δαυιδ

20:8 ουτοι εγενοντο ραφα εν γεθ παντες ησαν τεσσαρες γιγαντες και επεσον εν χειρι δαυιδ και εν χειρι παιδων αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase