HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

21:1 και εστη διαβολος εν τω ισραηλ και επεσεισεν τον δαυιδ του αριθμησαι τον ισραηλ

21:2 και ειπεν ο βασιλευς δαυιδ προς ιωαβ και προς τους αρχοντας της δυναμεως πορευθητε αριθμησατε τον ισραηλ απο βηρσαβεε και εως δαν και ενεγκατε προς με και γνωσομαι τον αριθμον αυτων

21:3 και ειπεν ιωαβ προσθειη κυριος επι τον λαον αυτου ως αυτοι εκατονταπλασιως και οι οφθαλμοι κυριου μου του βασιλεως βλεποντες παντες τω κυριω μου παιδες ινα τι ζητει ο κυριος μου τουτο ινα μη γενηται εις αμαρτιαν τω ισραηλ

21:4 το δε ρημα του βασιλεως εκραταιωθη επι τω ιωαβ και εξηλθεν ιωαβ και διηλθεν εν παντι οριω ισραηλ και ηλθεν εις ιερουσαλημ

21:5 και εδωκεν ιωαβ τον αριθμον της επισκεψεως του λαου τω δαυιδ και ην πας ισραηλ χιλιαι χιλιαδες και εκατον χιλιαδες ανδρων εσπασμενων μαχαιραν και ιουδας τετρακοσιαι και ογδοηκοντα χιλιαδες ανδρων εσπασμενων μαχαιραν

21:6 και τον λευι και τον βενιαμιν ουκ ηριθμησεν εν μεσω αυτων οτι κατισχυσεν λογος του βασιλεως τον ιωαβ

21:7 και πονηρον εφανη εναντιον του θεου περι του πραγματος τουτου και επαταξεν τον ισραηλ

21:8 και ειπεν δαυιδ προς τον θεον ημαρτηκα σφοδρα οτι εποιησα το πραγμα τουτο και νυν περιελε δη την κακιαν παιδος σου οτι εματαιωθην σφοδρα

21:9 και ελαλησεν κυριος προς γαδ ορωντα δαυιδ λεγων

21:10 πορευου και λαλησον προς δαυιδ λεγων ουτως λεγει κυριος τρια αιρω εγω επι σε εκλεξαι σεαυτω εν εξ αυτων και ποιησω σοι

21:11 και ηλθεν γαδ προς δαυιδ και ειπεν αυτω ουτως λεγει κυριος εκλεξαι σεαυτω

21:12 η τρια ετη λιμου η τρεις μηνας φευγειν σε εκ προσωπου εχθρων σου και μαχαιραν εχθρων σου του εξολεθρευσαι η τρεις ημερας ρομφαιαν κυριου και θανατον εν τη γη και αγγελος κυριου εξολεθρευων εν παση κληρονομια ισραηλ και νυν ιδε τι αποκριθω τω αποστειλαντι με λογον

21:13 και ειπεν δαυιδ προς γαδ στενα μοι και τα τρια σφοδρα εμπεσουμαι δη εις χειρας κυριου οτι πολλοι οι οικτιρμοι αυτου σφοδρα και εις χειρας ανθρωπων ου μη εμπεσω

21:14 και εδωκεν κυριος θανατον εν ισραηλ και επεσον εξ ισραηλ εβδομηκοντα χιλιαδες ανδρων

21:15 και απεστειλεν ο θεος αγγελον εις ιερουσαλημ του εξολεθρευσαι αυτην και ως εξωλεθρευσεν ειδεν κυριος και μετεμεληθη επι τη κακια και ειπεν τω αγγελω τω εξολεθρευοντι ικανουσθω σοι ανες την χειρα σου και ο αγγελος κυριου εστως εν τω αλω ορνα του ιεβουσαιου

21:16 και επηρεν δαυιδ τους οφθαλμους αυτου και ειδεν τον αγγελον κυριου εστωτα ανα μεσον της γης και ανα μεσον του ουρανου και η ρομφαια αυτου εσπασμενη εν τη χειρι αυτου εκτεταμενη επι ιερουσαλημ και επεσεν δαυιδ και οι πρεσβυτεροι περιβεβλημενοι εν σακκοις επι προσωπον αυτων

21:17 και ειπεν δαυιδ προς τον θεον ουκ εγω ειπα του αριθμησαι εν τω λαω και εγω ειμι ο αμαρτων κακοποιων εκακοποιησα και ταυτα τα προβατα τι εποιησαν κυριε ο θεος γενηθητω η χειρ σου εν εμοι και εν τω οικω του πατρος μου και μη εν τω λαω σου εις απωλειαν κυριε

21:18 και αγγελος κυριου ειπεν τω γαδ του ειπειν προς δαυιδ ινα αναβη του στησαι θυσιαστηριον τω κυριω εν αλω ορνα του ιεβουσαιου

21:19 και ανεβη δαυιδ κατα τον λογον γαδ ον ελαλησεν εν ονοματι κυριου

21:20 και επεστρεψεν ορνα και ειδεν τον βασιλεα και τεσσαρες υιοι αυτου μετ' αυτου μεθαχαβιν και ορνα ην αλοων πυρους

21:21 και ηλθεν δαυιδ προς ορναν και ορνα εξηλθεν εκ της αλω και προσεκυνησεν τω δαυιδ τω προσωπω επι την γην

21:22 και ειπεν δαυιδ προς ορνα δος μοι τον τοπον σου της αλω και οικοδομησω επ' αυτω θυσιαστηριον τω κυριω εν αργυριω αξιω δος μοι αυτον και παυσεται η πληγη εκ του λαου

21:23 και ειπεν ορνα προς δαυιδ λαβε σεαυτω και ποιησατω ο κυριος μου ο βασιλευς το αγαθον εναντιον αυτου ιδε δεδωκα τους μοσχους εις ολοκαυτωσιν και το αροτρον και τας αμαξας εις ξυλα και τον σιτον εις θυσιαν τα παντα δεδωκα

21:24 και ειπεν ο βασιλευς δαυιδ τω ορνα ουχι οτι αγοραζων αγοραζω εν αργυριω αξιω οτι ου μη λαβω α εστιν σοι κυριω του ανενεγκαι ολοκαυτωσιν δωρεαν κυριω

21:25 και εδωκεν δαυιδ τω ορνα εν τω τοπω αυτου σικλους χρυσιου ολκης εξακοσιους

21:26 και ωκοδομησεν δαυιδ εκει θυσιαστηριον κυριω και ανηνεγκεν ολοκαυτωματα και σωτηριου και εβοησεν προς κυριον και επηκουσεν αυτω εν πυρι εκ του ουρανου επι το θυσιαστηριον της ολοκαυτωσεως και καταναλωσεν την ολοκαυτωσιν

21:27 και ειπεν κυριος προς τον αγγελον και κατεθηκεν την ρομφαιαν εις τον κολεον

21:28 εν τω καιρω εκεινω εν τω ιδειν τον δαυιδ οτι επηκουσεν αυτω κυριος εν τω αλω ορνα του ιεβουσαιου και εθυσιασεν εκει

21:29 και σκηνη κυριου ην εποιησεν μωυσης εν τη ερημω και θυσιαστηριον των ολοκαυτωματων εν τω καιρω εκεινω εν βαμα εν γαβαων

21:30 και ουκ ηδυνατο δαυιδ του πορευθηναι εμπροσθεν αυτου του ζητησαι τον θεον οτι κατεσπευσεν απο προσωπου της ρομφαιας αγγελου κυριου

 

Created with FREE HTMLCompiler by BibleDatabase