HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Chronicles 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29]

26:1 εις διαιρεσεις των πυλων υιοις κορειμ μοσολλαμια υιος κωρη εκ των υιων αβιασαφ

26:2 και τω μοσολλαμια υιοι ζαχαριας ο πρωτοτοκος ιδιηλ ο δευτερος ζαβαδιας ο τριτος ιεθνουηλ ο τεταρτος

26:3 ωλαμ ο πεμπτος ιωαναν ο εκτος ελιωηναι ο εβδομος

26:4 και τω αβδεδομ υιοι σαμαιας ο πρωτοτοκος ιωζαβαδ ο δευτερος ιωαα ο τριτος σωχαρ ο τεταρτος ναθαναηλ ο πεμπτος

26:5 αμιηλ ο εκτος ισσαχαρ ο εβδομος φολλαθι ο ογδοος οτι ευλογησεν αυτον ο θεος

26:6 και τω σαμαια υιω αυτου ετεχθησαν υιοι του πρωτοτοκου ρωσαι εις τον οικον τον πατρικον αυτου οτι δυνατοι ησαν

26:7 υιοι σαμαια γοθνι και ραφαηλ και ωβηδ και ελζαβαδ και αχιου υιοι δυνατοι ελιου και σαβχια και ισβακωμ

26:8 παντες απο των υιων αβδεδομ αυτοι και οι αδελφοι αυτων και υιοι αυτων ποιουντες δυνατως εν τη εργασια οι παντες εξηκοντα δυο τω αβδεδομ

26:9 και τω μοσολλαμια υιοι και αδελφοι δεκα και οκτω δυνατοι

26:10 και τω ωσα των υιων μεραρι υιοι φυλασσοντες την αρχην οτι ουκ ην πρωτοτοκος και εποιησεν αυτον ο πατηρ αυτου αρχοντα

26:11 της διαιρεσεως της δευτερας ταβλαι ο τριτος ζαχαριας ο τεταρτος παντες ουτοι υιοι και αδελφοι τω ωσα τρισκαιδεκα

26:12 τουτοις αι διαιρεσεις των πυλων τοις αρχουσι των δυνατων εφημεριαι καθως οι αδελφοι αυτων λειτουργειν εν οικω κυριου

26:13 και εβαλον κληρους κατα τον μικρον και κατα τον μεγαν κατ' οικους πατριων αυτων εις πυλωνα και πυλωνα

26:14 και επεσεν ο κληρος των προς ανατολας τω σαλαμια και ζαχαρια υιοι ιωας τω μελχια εβαλον κληρους και εξηλθεν ο κληρος βορρα

26:15 τω αβδεδομ νοτον κατεναντι οικου εσεφιν

26:16 εις δευτερον τω ωσα προς δυσμαις μετα την πυλην παστοφοριου της αναβασεως φυλακη κατεναντι φυλακης

26:17 προς ανατολας εξ την ημεραν βορρα της ημερας τεσσαρες νοτον της ημερας τεσσαρες και εις το εσεφιν δυο

26:18 εις διαδεχομενους και προς δυσμαις τεσσαρες και εις τον τριβον δυο διαδεχομενους

26:19 αυται αι διαιρεσεις των πυλωρων τοις υιοις κορε και τοις υιοις μεραρι

26:20 και οι λευιται αδελφοι αυτων επι των θησαυρων οικου κυριου και επι των θησαυρων των καθηγιασμενων

26:21 υιοι λαδαν υιοι τω γηρσωνι τω λαδαν αρχοντες πατριων τω λαδαν τω γηρσωνι ιιηλ

26:22 και υιοι ιιηλ ζεθομ και ιωηλ οι αδελφοι επι των θησαυρων οικου κυριου

26:23 τω αμβραμ και ισσααρ χεβρων και οζιηλ

26:24 και σουβαηλ ο του γηρσαμ του μωυση ηγουμενος επι των θησαυρων

26:25 και τω αδελφω αυτου τω ελιεζερ ρααβιας υιος και ιωσαιας και ιωραμ και ζεχρι και σαλωμωθ

26:26 αυτος σαλωμωθ και οι αδελφοι αυτου επι παντων των θησαυρων των αγιων ους ηγιασεν δαυιδ ο βασιλευς και οι αρχοντες των πατριων χιλιαρχοι και εκατονταρχοι και αρχηγοι της δυναμεως

26:27 α ελαβεν εκ των πολεμων και εκ των λαφυρων και ηγιασεν απ' αυτων του μη καθυστερησαι την οικοδομην του οικου του θεου

26:28 και επι παντων των αγιων σαμουηλ του προφητου και σαουλ του κις και αβεννηρ του νηρ και ιωαβ του σαρουια παν ο ηγιασαν δια χειρος σαλωμωθ και των αδελφων αυτου

26:29 τω ισσαρι χωνενια και υιοι αυτου της εργασιας της εξω επι τον ισραηλ του γραμματευειν και διακρινειν

26:30 τω χεβρωνι ασαβιας και οι αδελφοι αυτου υιοι δυνατοι χιλιοι και επτακοσιοι επι της επισκεψεως του ισραηλ περαν του ιορδανου προς δυσμαις εις πασαν λειτουργιαν κυριου και εργασιαν του βασιλεως

26:31 του χεβρωνι ιουδιας ο αρχων των χεβρωνι κατα γενεσεις αυτων κατα πατριας εν τω τεσσαρακοστω ετει της βασιλειας αυτου επεσκεπησαν και ευρεθη ανηρ δυνατος εν αυτοις εν ιαζηρ της γαλααδιτιδος

26:32 και οι αδελφοι αυτου υιοι δυνατοι δισχιλιοι επτακοσιοι αρχοντες πατριων και κατεστησεν αυτους δαυιδ ο βασιλευς επι του ρουβηνι και γαδδι και ημισους φυλης μανασση εις παν προσταγμα κυριου και λογον βασιλεως

 

Created with FREE HTMLCompiler by BibleDatabase