HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

2:1 και συνηγαγεν σαλωμων εβδομηκοντα χιλιαδας ανδρων και ογδοηκοντα χιλιαδας λατομων εν τω ορει και οι επισταται επ' αυτων τρισχιλιοι εξακοσιοι

2:2 και απεστειλεν σαλωμων προς χιραμ βασιλεα τυρου λεγων ως εποιησας μετα του πατρος μου δαυιδ και απεστειλας αυτω κεδρους του οικοδομησαι εαυτω οικον κατοικησαι εν αυτω

2:3 και ιδου εγω ο υιος αυτου οικοδομω οικον τω ονοματι κυριου θεου μου αγιασαι αυτον αυτω του θυμιαν απεναντι αυτου θυμιαμα και προθεσιν δια παντος και του αναφερειν ολοκαυτωματα δια παντος το πρωι και το δειλης και εν τοις σαββατοις και εν ταις νουμηνιαις και εν ταις εορταις του κυριου θεου ημων εις τον αιωνα τουτο επι τον ισραηλ

2:4 και ο οικος ον εγω οικοδομω μεγας οτι μεγας ο θεος ημων παρα παντας τους θεους

2:5 και τις ισχυσει οικοδομησαι αυτω οικον οτι ο ουρανος και ο ουρανος του ουρανου ου φερουσιν αυτου την δοξαν και τις εγω οικοδομων αυτω οικον οτι αλλ' η του θυμιαν κατεναντι αυτου

2:6 και νυν αποστειλον μοι ανδρα σοφον και ειδοτα του ποιησαι εν τω χρυσιω και εν τω αργυριω και εν τω χαλκω και εν τω σιδηρω και εν τη πορφυρα και εν τω κοκκινω και εν τη υακινθω και επισταμενον γλυψαι γλυφην μετα των σοφων των μετ' εμου εν ιουδα και εν ιερουσαλημ ων ητοιμασεν δαυιδ ο πατηρ μου

2:7 και αποστειλον μοι ξυλα κεδρινα και αρκευθινα και πευκινα εκ του λιβανου οτι εγω οιδα ως οι δουλοι σου οιδασιν κοπτειν ξυλα εκ του λιβανου και ιδου οι παιδες σου μετα των παιδων μου

2:8 πορευσονται ετοιμασαι μοι ξυλα εις πληθος οτι ο οικος ον εγω οικοδομω μεγας και ενδοξος

2:9 και ιδου τοις εργαζομενοις τοις κοπτουσιν ξυλα εις βρωματα δεδωκα σιτον εις δοματα τοις παισιν σου κορων εικοσι χιλιαδας και κριθων κορων εικοσι χιλιαδας και οινου μετρων εικοσι χιλιαδας και ελαιου μετρων εικοσι χιλιαδας

2:10 και ειπεν χιραμ βασιλευς τυρου εν γραφη και απεστειλεν προς σαλωμων εν τω αγαπησαι κυριον τον λαον αυτου εδωκεν σε επ' αυτους εις βασιλεα

2:11 και ειπεν χιραμ ευλογητος κυριος ο θεος ισραηλ ος εποιησεν τον ουρανον και την γην ος εδωκεν τω δαυιδ τω βασιλει υιον σοφον και επισταμενον συνεσιν και επιστημην ος οικοδομησει οικον τω κυριω και οικον τη βασιλεια αυτου

2:12 και νυν απεσταλκα σοι ανδρα σοφον και ειδοτα συνεσιν τον χιραμ τον πατερα μου

2:13 η μητηρ αυτου απο θυγατερων δαν και ο πατηρ αυτου ανηρ τυριος ειδοτα ποιησαι εν χρυσιω και εν αργυριω και εν χαλκω και εν σιδηρω εν λιθοις και ξυλοις και υφαινειν εν τη πορφυρα και εν τη υακινθω και εν τη βυσσω και εν τω κοκκινω και γλυψαι γλυφας και διανοεισθαι πασαν διανοησιν οσα αν δως αυτω μετα των σοφων σου και σοφων δαυιδ κυριου μου πατρος σου

2:14 και νυν τον σιτον και την κριθην και το ελαιον και τον οινον α ειπεν ο κυριος μου αποστειλατω τοις παισιν αυτου

2:15 και ημεις κοψομεν ξυλα εκ του λιβανου κατα πασαν την χρειαν σου και αξομεν αυτα σχεδιαις επι θαλασσαν ιοππης και συ αξεις αυτα εις ιερουσαλημ

2:16 και συνηγαγεν σαλωμων παντας τους ανδρας τους προσηλυτους εν γη ισραηλ μετα τον αριθμον ον ηριθμησεν αυτους δαυιδ ο πατηρ αυτου και ευρεθησαν εκατον πεντηκοντα χιλιαδες και τρισχιλιοι εξακοσιοι

2:17 και εποιησεν εξ αυτων εβδομηκοντα χιλιαδας νωτοφορων και ογδοηκοντα χιλιαδας λατομων και τρισχιλιους εξακοσιους εργοδιωκτας επι τον λαον

 

Created with FREE HTMLCompiler by BibleDatabase