HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

5:1 και συνετελεσθη πασα η εργασια ην εποιησεν σαλωμων εν οικω κυριου και εισηνεγκεν σαλωμων τα αγια δαυιδ του πατρος αυτου το αργυριον και το χρυσιον και τα σκευη εδωκεν εις θησαυρον οικου κυριου

5:2 τοτε εξεκκλησιασεν σαλωμων τους πρεσβυτερους ισραηλ και παντας τους αρχοντας των φυλων τους ηγουμενους πατριων υιων ισραηλ εις ιερουσαλημ του ανενεγκαι κιβωτον διαθηκης κυριου εκ πολεως δαυιδ αυτη σιων

5:3 και εξεκκλησιασθησαν προς τον βασιλεα πας ανηρ ισραηλ εν τη εορτη ουτος ο μην εβδομος

5:4 και ηλθον παντες οι πρεσβυτεροι ισραηλ και ελαβον παντες οι λευιται την κιβωτον

5:5 και ανηνεγκαν την κιβωτον και την σκηνην του μαρτυριου και παντα τα σκευη τα αγια τα εν τη σκηνη και ανηνεγκαν αυτην οι ιερεις και οι λευιται

5:6 και ο βασιλευς σαλωμων και πασα συναγωγη ισραηλ και οι φοβουμενοι και οι επισυνηγμενοι αυτων εμπροσθεν της κιβωτου θυοντες μοσχους και προβατα οι ουκ αριθμηθησονται και οι ου λογισθησονται απο του πληθους

5:7 και εισηνεγκαν οι ιερεις την κιβωτον διαθηκης κυριου εις τον τοπον αυτης εις το δαβιρ του οικου εις τα αγια των αγιων υποκατω των πτερυγων των χερουβιν

5:8 και ην τα χερουβιν διαπεπετακοτα τας πτερυγας αυτων επι τον τοπον της κιβωτου και συνεκαλυπτεν τα χερουβιν επι την κιβωτον και επι τους αναφορεις αυτης επανωθεν

5:9 και υπερειχον οι αναφορεις και εβλεποντο αι κεφαλαι των αναφορεων εκ των αγιων εις προσωπον του δαβιρ ουκ εβλεποντο εξω και ησαν εκει εως της ημερας ταυτης

5:10 ουκ ην εν τη κιβωτω πλην δυο πλακες ας εθηκεν μωυσης εν χωρηβ α διεθετο κυριος μετα των υιων ισραηλ εν τω εξελθειν αυτους εκ γης αιγυπτου

5:11 και εγενετο εν τω εξελθειν τους ιερεις εκ των αγιων οτι παντες οι ιερεις οι ευρεθεντες ηγιασθησαν ουκ ησαν διατεταγμενοι κατ' εφημεριαν

5:12 και οι λευιται οι ψαλτωδοι παντες τοις υιοις ασαφ τω αιμαν τω ιδιθουν και τοις υιοις αυτων και τοις αδελφοις αυτων των ενδεδυμενων στολας βυσσινας εν κυμβαλοις και εν ναβλαις και εν κινυραις εστηκοτες κατεναντι του θυσιαστηριου και μετ' αυτων ιερεις εκατον εικοσι σαλπιζοντες ταις σαλπιγξιν

5:13 και εγενετο μια φωνη εν τω σαλπιζειν και εν τω ψαλτωδειν και εν τω αναφωνειν φωνη μια του εξομολογεισθαι και αινειν τω κυριω και ως υψωσαν φωνην εν σαλπιγξιν και εν κυμβαλοις και εν οργανοις των ωδων και ελεγον εξομολογεισθε τω κυριω οτι αγαθον οτι εις τον αιωνα το ελεος αυτου και ο οικος ενεπλησθη νεφελης δοξης κυριου

5:14 και ουκ ηδυναντο οι ιερεις του στηναι λειτουργειν απο προσωπου της νεφελης οτι ενεπλησεν δοξα κυριου τον οικον του θεου

 

Created with FREE HTMLCompiler by BibleDatabase