HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

9:1 και βασιλισσα σαβα ηκουσεν το ονομα σαλωμων και ηλθεν του πειρασαι σαλωμων εν αινιγμασιν εις ιερουσαλημ εν δυναμει βαρεια σφοδρα και καμηλοι αιρουσαι αρωματα και χρυσιον εις πληθος και λιθον τιμιον και ηλθεν προς σαλωμων και ελαλησεν προς αυτον παντα οσα εν τη ψυχη αυτης

9:2 και ανηγγειλεν αυτη σαλωμων παντας τους λογους αυτης και ου παρηλθεν λογος απο σαλωμων ον ουκ απηγγειλεν αυτη

9:3 και ειδεν βασιλισσα σαβα την σοφιαν σαλωμων και τον οικον ον ωκοδομησεν

9:4 και τα βρωματα των τραπεζων και καθεδραν παιδων αυτου και στασιν λειτουργων αυτου και ιματισμον αυτων και οινοχοους αυτου και στολισμον αυτων και τα ολοκαυτωματα α ανεφερεν εν οικω κυριου και εξ εαυτης εγενετο

9:5 και ειπεν προς τον βασιλεα αληθινος ο λογος ον ηκουσα εν τη γη μου περι των λογων σου και περι της σοφιας σου

9:6 και ουκ επιστευσα τοις λογοις εως ου ηλθον και ειδον οι οφθαλμοι μου και ιδου ουκ απηγγελη μοι ημισυ του πληθους της σοφιας σου προσεθηκας επι την ακοην ην ηκουσα

9:7 μακαριοι οι ανδρες μακαριοι οι παιδες σου ουτοι οι παρεστηκοτες σοι δια παντος και ακουουσιν σοφιαν σου

9:8 εστω κυριος ο θεος σου ηυλογημενος ος ηθελησεν σοι του δουναι σε επι θρονον αυτου εις βασιλεα τω κυριω θεω σου εν τω αγαπησαι κυριον τον θεον σου τον ισραηλ του στησαι αυτον εις αιωνα και εδωκεν σε επ' αυτους εις βασιλεα του ποιησαι κριμα και δικαιοσυνην

9:9 και εδωκεν τω βασιλει εκατον εικοσι ταλαντα χρυσιου και αρωματα εις πληθος πολυ και λιθον τιμιον και ουκ ην κατα τα αρωματα εκεινα α εδωκεν βασιλισσα σαβα τω βασιλει σαλωμων

9:10 και οι παιδες σαλωμων και οι παιδες χιραμ εφερον χρυσιον τω σαλωμων εκ σουφιρ και ξυλα πευκινα και λιθον τιμιον

9:11 και εποιησεν ο βασιλευς τα ξυλα τα πευκινα αναβασεις τω οικω κυριου και τω οικω του βασιλεως και κιθαρας και ναβλας τοις ωδοις και ουκ ωφθησαν τοιαυτα εμπροσθεν εν γη ιουδα

9:12 και ο βασιλευς σαλωμων εδωκεν τη βασιλισση σαβα παντα τα θεληματα αυτης α ητησεν εκτος παντων ων ηνεγκεν τω βασιλει σαλωμων και απεστρεψεν εις την γην αυτης

9:13 και ην ο σταθμος του χρυσιου του ενεχθεντος τω σαλωμων εν ενιαυτω ενι εξακοσια εξηκοντα εξ ταλαντα χρυσιου

9:14 πλην των ανδρων των υποτεταγμενων και των εμπορευομενων ων εφερον και παντων των βασιλεων της αραβιας και σατραπων της γης εφερον χρυσιον και αργυριον τω βασιλει σαλωμων

9:15 και εποιησεν ο βασιλευς σαλωμων διακοσιους θυρεους χρυσους ελατους εξακοσιοι χρυσοι καθαροι τω ενι θυρεω εξακοσιοι χρυσοι επησαν επι τον ενα θυρεον

9:16 και τριακοσιας ασπιδας ελατας χρυσας τριακοσιων χρυσων ανεφερετο επι την ασπιδα εκαστην και εδωκεν αυτας ο βασιλευς εν οικω δρυμου του λιβανου

9:17 και εποιησεν ο βασιλευς θρονον ελεφαντινον οδοντων μεγαν και κατεχρυσωσεν αυτον χρυσιω δοκιμω

9:18 και εξ αναβαθμοι τω θρονω ενδεδεμενοι χρυσιω και αγκωνες ενθεν και ενθεν επι του θρονου της καθεδρας και δυο λεοντες εστηκοτες παρα τους αγκωνας

9:19 και δωδεκα λεοντες εστηκοτες εκει επι των εξ αναβαθμων ενθεν και ενθεν ουκ εγενηθη ουτως εν παση βασιλεια

9:20 και παντα τα σκευη του βασιλεως σαλωμων χρυσιου και παντα τα σκευη οικου δρυμου του λιβανου χρυσιω κατειλημμενα ουκ ην αργυριον λογιζομενον εν ημεραις σαλωμων εις ουθεν

9:21 οτι ναυς τω βασιλει επορευετο εις θαρσις μετα των παιδων χιραμ απαξ δια τριων ετων ηρχετο πλοια εκ θαρσις τω βασιλει γεμοντα χρυσιου και αργυριου και οδοντων ελεφαντινων και πιθηκων

9:22 και εμεγαλυνθη σαλωμων υπερ παντας τους βασιλεις και πλουτω και σοφια

9:23 και παντες οι βασιλεις της γης εζητουν το προσωπον σαλωμων ακουσαι της σοφιας αυτου ης εδωκεν ο θεος εν καρδια αυτου

9:24 και αυτοι εφερον εκαστος τα δωρα αυτου σκευη αργυρα και σκευη χρυσα και ιματισμον στακτην και ηδυσματα ιππους και ημιονους το κατ' ενιαυτον ενιαυτον

9:25 και ησαν τω σαλωμων τεσσαρες χιλιαδες θηλειαι ιπποι εις αρματα και δωδεκα χιλιαδες ιππεων και εθετο αυτους εν πολεσιν των αρματων και μετα του βασιλεως εν ιερουσαλημ

9:26 και ην ηγουμενος παντων των βασιλεων απο του ποταμου και εως γης αλλοφυλων και εως οριου αιγυπτου

9:27 και εδωκεν ο βασιλευς το χρυσιον και το αργυριον εν ιερουσαλημ ως λιθους και τας κεδρους ως συκαμινους τας εν τη πεδινη εις πληθος

9:28 και η εξοδος των ιππων εξ αιγυπτου τω σαλωμων και εκ πασης της γης

9:29 και οι καταλοιποι λογοι σαλωμων οι πρωτοι και οι εσχατοι ιδου γεγραμμενοι επι των λογων ναθαν του προφητου και επι των λογων αχια του σηλωνιτου και εν ταις ορασεσιν ιωηλ του ορωντος περι ιεροβοαμ υιου ναβατ

9:30 και εβασιλευσεν σαλωμων ο βασιλευς επι παντα ισραηλ τεσσαρακοντα ετη

9:31 και εκοιμηθη σαλωμων και εθαψαν αυτον εν πολει δαυιδ του πατρος αυτου και εβασιλευσεν ροβοαμ υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase