HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

11:1 και ηλθεν ροβοαμ εις ιερουσαλημ και εξεκκλησιασεν τον ιουδαν και βενιαμιν εκατον ογδοηκοντα χιλιαδας νεανισκων ποιουντων πολεμον και επολεμει προς ισραηλ του επιστρεψαι την βασιλειαν τω ροβοαμ

11:2 και εγενετο λογος κυριου προς σαμαιαν ανθρωπον του θεου λεγων

11:3 ειπον προς ροβοαμ τον του σαλωμων και προς παντα ιουδαν και βενιαμιν λεγων

11:4 ταδε λεγει κυριος ουκ αναβησεσθε και ου πολεμησετε προς τους αδελφους υμων αποστρεφετε εκαστος εις τον οικον αυτου οτι παρ' εμου εγενετο το ρημα τουτο και επηκουσαν του λογου κυριου και απεστραφησαν του μη πορευθηναι επι ιεροβοαμ

11:5 και κατωκησεν ροβοαμ εις ιερουσαλημ και ωκοδομησεν πολεις τειχηρεις εν τη ιουδαια

11:6 και ωκοδομησεν την βαιθλεεμ και την αιταμ και την θεκωε

11:7 και την βαιθσουρα και την σοκχωθ και την οδολλαμ

11:8 και την γεθ και την μαρισαν και την ζιφ

11:9 και την αδωραιμ και την λαχις και την αζηκα

11:10 και την σαραα και την αιαλων και την χεβρων η εστιν του ιουδα και βενιαμιν πολεις τειχηρεις

11:11 και ωχυρωσεν αυτας τειχεσιν και εδωκεν εν αυταις ηγουμενους και παραθεσεις βρωματων ελαιον και οινον

11:12 κατα πολιν και κατα πολιν θυρεους και δορατα και κατισχυσεν αυτας εις πληθος σφοδρα και ησαν αυτω ιουδα και βενιαμιν

11:13 και οι ιερεις και οι λευιται οι ησαν εν παντι ισραηλ συνηχθησαν προς αυτον εκ παντων των οριων

11:14 οτι εγκατελιπον οι λευιται τα σκηνωματα της κατασχεσεως αυτων και επορευθησαν προς ιουδαν εις ιερουσαλημ οτι εξεβαλεν αυτους ιεροβοαμ και οι υιοι αυτου του μη λειτουργειν κυριω

11:15 και κατεστησεν εαυτω ιερεις των υψηλων και τοις ειδωλοις και τοις ματαιοις και τοις μοσχοις α εποιησεν ιεροβοαμ

11:16 και εξεβαλεν αυτους απο φυλων ισραηλ οι εδωκαν καρδιαν αυτων του ζητησαι κυριον θεον ισραηλ και ηλθον εις ιερουσαλημ θυσαι κυριω θεω των πατερων αυτων

11:17 και κατισχυσαν την βασιλειαν ιουδα και κατισχυσαν ροβοαμ τον του σαλωμων εις ετη τρια οτι επορευθη εν ταις οδοις δαυιδ και σαλωμων ετη τρια

11:18 και ελαβεν εαυτω ροβοαμ γυναικα την μολλαθ θυγατερα ιεριμουθ υιου δαυιδ αβαιαν θυγατερα ελιαβ του ιεσσαι

11:19 και ετεκεν αυτω υιους τον ιαους και τον σαμαριαν και τον ροολλαμ

11:20 και μετα ταυτα ελαβεν εαυτω την μααχα θυγατερα αβεσσαλωμ και ετεκεν αυτω τον αβια και τον ιεθθι και τον ζιζα και τον εμμωθ

11:21 και ηγαπησεν ροβοαμ την μααχαν θυγατερα αβεσσαλωμ υπερ πασας τας γυναικας αυτου και τας παλλακας αυτου οτι γυναικας δεκα οκτω ειχεν και παλλακας τριακοντα και εγεννησεν υιους εικοσι οκτω και θυγατερας εξηκοντα

11:22 και κατεστησεν εις αρχοντα ροβοαμ τον αβια τον της μααχα εις ηγουμενον εν τοις αδελφοις αυτου οτι βασιλευσαι διενοειτο αυτον

11:23 και ηυξηθη παρα παντας τους υιους αυτου εν πασιν τοις οριοις ιουδα και βενιαμιν και εν ταις πολεσιν ταις οχυραις και εδωκεν αυταις τροφας πληθος πολυ και ητησατο πληθος γυναικων

 

Created with FREE HTMLCompiler by BibleDatabase