HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

12:1 και εγενετο ως ητοιμασθη η βασιλεια ροβοαμ και ως κατεκρατηθη εγκατελιπεν τας εντολας κυριου και πας ισραηλ μετ' αυτου

12:2 και εγενετο εν τω πεμπτω ετει της βασιλειας ροβοαμ ανεβη σουσακιμ βασιλευς αιγυπτου επι ιερουσαλημ οτι ημαρτον εναντιον κυριου

12:3 εν χιλιοις και διακοσιοις αρμασιν και εξηκοντα χιλιασιν ιππων και ουκ ην αριθμος του πληθους του ελθοντος μετ' αυτου εξ αιγυπτου λιβυες τρωγλοδυται και αιθιοπες

12:4 και κατεκρατησαν των πολεων των οχυρων αι ησαν εν ιουδα και ηλθεν εις ιερουσαλημ

12:5 και σαμαιας ο προφητης ηλθεν προς ροβοαμ και προς τους αρχοντας ιουδα τους συναχθεντας εις ιερουσαλημ απο προσωπου σουσακιμ και ειπεν αυτοις ουτως ειπεν κυριος υμεις εγκατελιπετε με καγω εγκαταλειψω υμας εν χειρι σουσακιμ

12:6 και ησχυνθησαν οι αρχοντες ισραηλ και ο βασιλευς και ειπαν δικαιος ο κυριος

12:7 και εν τω ιδειν κυριον οτι ενετραπησαν και εγενετο λογος κυριου προς σαμαιαν λεγων ενετραπησαν ου καταφθερω αυτους και δωσω αυτους ως μικρον εις σωτηριαν και ου μη σταξη ο θυμος μου εν ιερουσαλημ

12:8 οτι εσονται εις παιδας και γνωσονται την δουλειαν μου και την δουλειαν της βασιλειας της γης

12:9 και ανεβη σουσακιμ βασιλευς αιγυπτου και ελαβεν τους θησαυρους τους εν οικω κυριου και τους θησαυρους τους εν οικω του βασιλεως τα παντα ελαβεν και ελαβεν τους θυρεους τους χρυσους ους εποιησεν σαλωμων

12:10 και εποιησεν ροβοαμ θυρεους χαλκους αντ' αυτων και κατεστησεν επ' αυτον σουσακιμ αρχοντας παρατρεχοντων τους φυλασσοντας τον πυλωνα του βασιλεως

12:11 και εγενετο εν τω εισελθειν τον βασιλεα εις οικον κυριου εισεπορευοντο οι φυλασσοντες και οι παρατρεχοντες και οι επιστρεφοντες εις απαντησιν των παρατρεχοντων

12:12 και εν τω εντραπηναι αυτον απεστραφη απ' αυτου οργη κυριου και ουκ εις καταφθοραν εις τελος και γαρ εν ιουδα ησαν λογοι αγαθοι

12:13 και κατισχυσεν ροβοαμ εν ιερουσαλημ και εβασιλευσεν και τεσσαρακοντα και ενος ετων ροβοαμ εν τω βασιλευσαι αυτον και επτακαιδεκα ετη εβασιλευσεν εν ιερουσαλημ εν τη πολει η εξελεξατο κυριος επονομασαι το ονομα αυτου εκει εκ πασων φυλων υιων ισραηλ και ονομα της μητρος αυτου νοομμα η αμμανιτις

12:14 και εποιησεν το πονηρον οτι ου κατευθυνεν την καρδιαν αυτου εκζητησαι τον κυριον

12:15 και λογοι ροβοαμ οι πρωτοι και οι εσχατοι ουκ ιδου γεγραμμενοι εν τοις λογοις σαμαια του προφητου και αδδω του ορωντος και πραξεις αυτου και επολεμει ροβοαμ τον ιεροβοαμ πασας τας ημερας

12:16 και απεθανεν ροβοαμ και εταφη μετα των πατερων αυτου και εταφη εν πολει δαυιδ και εβασιλευσεν αβια υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase