HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

13:1 εν τω οκτωκαιδεκατω ετει της βασιλειας ιεροβοαμ εβασιλευσεν αβια επι ιουδαν

13:2 ετη τρια εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου μααχα θυγατηρ ουριηλ απο γαβαων και πολεμος ην ανα μεσον αβια και ανα μεσον ιεροβοαμ

13:3 και παρεταξατο αβια τον πολεμον εν δυναμει πολεμισταις δυναμεως τετρακοσιαις χιλιασιν ανδρων δυνατων και ιεροβοαμ παρεταξατο προς αυτον πολεμον εν οκτακοσιαις χιλιασιν δυνατοι πολεμισται δυναμεως

13:4 και ανεστη αβια απο του ορους σομορων ο εστιν εν τω ορει εφραιμ και ειπεν ακουσατε ιεροβοαμ και πας ισραηλ

13:5 ουχ υμιν γνωναι οτι κυριος ο θεος ισραηλ εδωκεν βασιλειαν επι τον ισραηλ εις τον αιωνα τω δαυιδ και τοις υιοις αυτου διαθηκην αλος

13:6 και ανεστη ιεροβοαμ ο του ναβατ ο παις σαλωμων του δαυιδ και απεστη απο του κυριου αυτου

13:7 και συνηχθησαν προς αυτον ανδρες λοιμοι υιοι παρανομοι και αντεστη προς ροβοαμ τον του σαλωμων και ροβοαμ ην νεωτερος και δειλος τη καρδια και ουκ αντεστη κατα προσωπον αυτου

13:8 και νυν λεγετε υμεις αντιστηναι κατα προσωπον βασιλειας κυριου δια χειρος υιων δαυιδ και υμεις πληθος πολυ και μεθ' υμων μοσχοι χρυσοι ους εποιησεν υμιν ιεροβοαμ εις θεους

13:9 η ουκ εξεβαλετε τους ιερεις κυριου τους υιους ααρων και τους λευιτας και εποιησατε εαυτοις ιερεις εκ του λαου της γης πας ο προσπορευομενος πληρωσαι τας χειρας εν μοσχω εκ βοων και κριοις επτα και εγινετο εις ιερεα τω μη οντι θεω

13:10 και ημεις κυριον τον θεον ημων ουκ εγκατελιπομεν και οι ιερεις αυτου λειτουργουσιν τω κυριω οι υιοι ααρων και οι λευιται εν ταις εφημεριαις αυτων

13:11 θυμιωσιν τω κυριω ολοκαυτωματα πρωι και δειλης και θυμιαμα συνθεσεως και προθεσεις αρτων επι της τραπεζης της καθαρας και η λυχνια η χρυση και οι λυχνοι της καυσεως αναψαι δειλης οτι φυλασσομεν ημεις τας φυλακας κυριου του θεου των πατερων ημων και υμεις εγκατελιπετε αυτον

13:12 και ιδου μεθ' ημων εν αρχη κυριος και οι ιερεις αυτου και αι σαλπιγγες της σημασιας του σημαινειν εφ' υμας οι υιοι του ισραηλ πολεμησετε προς κυριον θεον των πατερων ημων οτι ουκ ευοδωθησεται υμιν

13:13 και ιεροβοαμ απεστρεψεν το ενεδρον ελθειν αυτων εκ των οπισθεν και εγενετο εμπροσθεν ιουδα και το ενεδρον εκ των οπισθεν

13:14 και απεστρεψεν ιουδας και ιδου αυτοις ο πολεμος εκ των εμπροσθεν και εκ των οπισθεν και εβοησαν προς κυριον και οι ιερεις εσαλπισαν ταις σαλπιγξιν

13:15 και εβοησαν ανδρες ιουδα και εγενετο εν τω βοαν ανδρας ιουδα και κυριος επαταξεν τον ιεροβοαμ και τον ισραηλ εναντιον αβια και ιουδα

13:16 και εφυγον οι υιοι ισραηλ απο προσωπου ιουδα και παρεδωκεν αυτους κυριος εις τας χειρας αυτων

13:17 και επαταξεν εν αυτοις αβια και ο λαος αυτου πληγην μεγαλην και επεσον τραυματιαι απο ισραηλ πεντακοσιαι χιλιαδες ανδρες δυνατοι

13:18 και εταπεινωθησαν οι υιοι ισραηλ εν τη ημερα εκεινη και κατισχυσαν οι υιοι ιουδα οτι ηλπισαν επι κυριον θεον των πατερων αυτων

13:19 και κατεδιωξεν αβια οπισω ιεροβοαμ και προκατελαβετο παρ' αυτου πολεις την βαιθηλ και τας κωμας αυτης και την ισανα και τας κωμας αυτης και την εφρων και τας κωμας αυτης

13:20 και ουκ εσχεν ισχυν ιεροβοαμ ετι πασας τας ημερας αβια και επαταξεν αυτον κυριος και ετελευτησεν

13:21 και κατισχυσεν αβια και ελαβεν εαυτω γυναικας δεκα τεσσαρας και εγεννησεν υιους εικοσι δυο και θυγατερας δεκα εξ

13:22 και οι λοιποι λογοι αβια και αι πραξεις αυτου και οι λογοι αυτου γεγραμμενοι επι βιβλιω του προφητου αδδω

13:23 και απεθανεν αβια μετα των πατερων αυτου και εθαψαν αυτον εν πολει δαυιδ και εβασιλευσεν ασα υιος αυτου αντ' αυτου εν ταις ημεραις ασα ησυχασεν η γη ιουδα ετη δεκα

 

Created with FREE HTMLCompiler by BibleDatabase