HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

14:1 και εποιησεν το καλον και το ευθες ενωπιον κυριου θεου αυτου

14:2 και απεστησεν τα θυσιαστηρια των αλλοτριων και τα υψηλα και συνετριψεν τας στηλας και εξεκοψεν τα αλση

14:3 και ειπεν τω ιουδα εκζητησαι τον κυριον θεον των πατερων αυτων και ποιησαι τον νομον και τας εντολας

14:4 και απεστησεν απο πασων των πολεων ιουδα τα θυσιαστηρια και τα ειδωλα και ειρηνευσεν

14:5 πολεις τειχηρεις εν γη ιουδα οτι ειρηνευσεν η γη και ουκ ην αυτω πολεμος εν τοις ετεσιν τουτοις οτι κατεπαυσεν αυτω κυριος

14:6 και ειπεν τω ιουδα οικοδομησωμεν τας πολεις ταυτας και ποιησωμεν τειχη και πυργους και πυλας και μοχλους εν ω της γης κυριευσομεν οτι καθως εξεζητησαμεν κυριον θεον ημων εξεζητησεν ημας και κατεπαυσεν ημας κυκλοθεν και ευοδωσεν ημιν

14:7 και εγενετο τω ασα δυναμις οπλοφορων αιροντων θυρεους και δορατα εν γη ιουδα τριακοσιαι χιλιαδες και εν γη βενιαμιν πελτασται και τοξοται διακοσιαι και πεντηκοντα χιλιαδες παντες ουτοι πολεμισται δυναμεως

14:8 και εξηλθεν επ' αυτους ζαρε ο αιθιοψ εν δυναμει εν χιλιαις χιλιασιν και αρμασιν τριακοσιοις και ηλθεν εως μαρισα

14:9 και εξηλθεν ασα εις συναντησιν αυτω και παρεταξατο πολεμον εν τη φαραγγι κατα βορραν μαρισης

14:10 και εβοησεν ασα προς κυριον θεον αυτου και ειπεν κυριε ουκ αδυνατει παρα σοι σωζειν εν πολλοις και εν ολιγοις κατισχυσον ημας κυριε ο θεος ημων οτι επι σοι πεποιθαμεν και επι τω ονοματι σου ηλθαμεν επι το πληθος το πολυ τουτο κυριε ο θεος ημων μη κατισχυσατω προς σε ανθρωπος

14:11 και επαταξεν κυριος τους αιθιοπας εναντιον ιουδα και εφυγον οι αιθιοπες

14:12 και κατεδιωξεν ασα και ο λαος αυτου εως γεδωρ και επεσον αιθιοπες ωστε μη ειναι εν αυτοις περιποιησιν οτι συνετριβησαν ενωπιον κυριου και εναντιον της δυναμεως αυτου και εσκυλευσαν σκυλα πολλα

14:13 και εξεκοψαν τας κωμας αυτων κυκλω γεδωρ οτι εγενηθη εκστασις κυριου επ' αυτους και εσκυλευσαν πασας τας πολεις αυτων οτι πολλα σκυλα εγενηθη αυτοις

14:14 και γε σκηνας κτησεων τους αμαζονεις εξεκοψαν και ελαβον προβατα πολλα και καμηλους και επεστρεψαν εις ιερουσαλημ

 

Created with FREE HTMLCompiler by BibleDatabase