HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

15:1 και αζαριας υιος ωδηδ εγενετο επ' αυτον πνευμα κυριου

15:2 και εξηλθεν εις απαντησιν ασα και παντι ιουδα και βενιαμιν και ειπεν ακουσατε μου ασα και πας ιουδα και βενιαμιν κυριος μεθ' υμων εν τω ειναι υμας μετ' αυτου και εαν εκζητησητε αυτον ευρεθησεται υμιν και εαν εγκαταλιπητε αυτον εγκαταλειψει υμας

15:3 και ημεραι πολλαι τω ισραηλ εν ου θεω αληθινω και ουχ ιερεως υποδεικνυοντος και εν ου νομω

15:4 και επιστρεψει επι κυριον θεον ισραηλ και ευρεθησεται αυτοις

15:5 και εν εκεινω τω καιρω ουκ εστιν ειρηνη τω εκπορευομενω και τω εισπορευομενω οτι εκστασις κυριου επι παντας τους κατοικουντας τας χωρας

15:6 και πολεμησει εθνος προς εθνος και πολις προς πολιν οτι ο θεος εξεστησεν αυτους εν παση θλιψει

15:7 και υμεις ισχυσατε και μη εκλυεσθωσαν αι χειρες υμων οτι εστιν μισθος τη εργασια υμων

15:8 και εν τω ακουσαι τους λογους τουτους και την προφητειαν αδαδ του προφητου και κατισχυσεν και εξεβαλεν τα βδελυγματα απο πασης της γης ιουδα και βενιαμιν και απο των πολεων ων κατεσχεν εν ορει εφραιμ και ενεκαινισεν το θυσιαστηριον κυριου ο ην εμπροσθεν του ναου κυριου

15:9 και εξεκκλησιασεν τον ιουδαν και βενιαμιν και τους προσηλυτους τους παροικουντας μετ' αυτου απο εφραιμ και απο μανασση και απο συμεων οτι προσετεθησαν προς αυτον πολλοι του ισραηλ εν τω ιδειν αυτους οτι κυριος ο θεος αυτου μετ' αυτου

15:10 και συνηχθησαν εις ιερουσαλημ εν τω μηνι τω τριτω εν τω πεντεκαιδεκατω ετει της βασιλειας ασα

15:11 και εθυσεν τω κυριω εν εκεινη τη ημερα απο των σκυλων ων ηνεγκαν μοσχους επτακοσιους και προβατα επτακισχιλια

15:12 και διηλθεν εν διαθηκη ζητησαι κυριον θεον των πατερων αυτων εξ ολης της καρδιας και εξ ολης της ψυχης

15:13 και πας ος εαν μη εκζητηση κυριον θεον ισραηλ αποθανειται απο νεωτερου εως πρεσβυτερου απο ανδρος εως γυναικος

15:14 και ωμοσαν εν τω κυριω εν φωνη μεγαλη και εν σαλπιγξιν και εν κερατιναις

15:15 και ηυφρανθησαν πας ιουδα περι του ορκου οτι εξ ολης της ψυχης ωμοσαν και εν παση θελησει εζητησαν αυτον και ευρεθη αυτοις και κατεπαυσεν αυτοις κυριος κυκλοθεν

15:16 και την μααχα την μητερα αυτου μετεστησεν του μη ειναι τη ασταρτη λειτουργουσαν και κατεκοψεν το ειδωλον και κατεκαυσεν εν χειμαρρω κεδρων

15:17 πλην τα υψηλα ουκ απεστησαν ετι υπηρχεν εν τω ισραηλ αλλ' η καρδια ασα εγενετο πληρης πασας τας ημερας αυτου

15:18 και εισηνεγκεν τα αγια δαυιδ του πατρος αυτου και τα αγια οικου κυριου του θεου αργυριον και χρυσιον και σκευη

15:19 και πολεμος ουκ ην μετ' αυτου εως του πεμπτου και τριακοστου ετους της βασιλειας ασα

 

Created with FREE HTMLCompiler by BibleDatabase