HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

16:1 και εν τω ογδοω και τριακοστω ετει της βασιλειας ασα ανεβη βαασα βασιλευς ισραηλ επι ιουδαν και ωκοδομησεν την ραμα του μη δουναι εξοδον και εισοδον τω ασα βασιλει ιουδα

16:2 και ελαβεν ασα χρυσιον και αργυριον εκ θησαυρων οικου κυριου και οικου του βασιλεως και απεστειλεν προς τον υιον του αδερ βασιλεως συριας τον κατοικουντα εν δαμασκω λεγων

16:3 διαθου διαθηκην ανα μεσον εμου και σου και ανα μεσον του πατρος μου και ανα μεσον του πατρος σου ιδου απεσταλκα σοι χρυσιον και αργυριον δευρο και διασκεδασον απ' εμου τον βαασα βασιλεα ισραηλ και απελθετω απ' εμου

16:4 και ηκουσεν υιος αδερ του βασιλεως ασα και απεστειλεν τους αρχοντας της δυναμεως αυτου επι τας πολεις ισραηλ και επαταξεν την ιων και την δαν και την αβελμαιν και πασας τας περιχωρους νεφθαλι

16:5 και εγενετο εν τω ακουσαι βαασα απελιπεν του μηκετι οικοδομειν την ραμα και κατεπαυσεν το εργον αυτου

16:6 και ασα ο βασιλευς ελαβεν παντα τον ιουδαν και ελαβεν τους λιθους της ραμα και τα ξυλα αυτης α ωκοδομησεν βαασα και ωκοδομησεν εν αυτοις την γαβαε και την μασφα

16:7 και εν τω καιρω εκεινω ηλθεν ανανι ο προφητης προς ασα βασιλεα ιουδα και ειπεν αυτω εν τω πεποιθεναι σε επι βασιλεα συριας και μη πεποιθεναι σε επι κυριον θεον σου δια τουτο εσωθη δυναμις συριας απο της χειρος σου

16:8 ουχ οι αιθιοπες και λιβυες ησαν εις δυναμιν πολλην εις θαρσος εις ιππεις εις πληθος σφοδρα και εν τω πεποιθεναι σε επι κυριον παρεδωκεν εις τας χειρας σου

16:9 οτι οι οφθαλμοι κυριου επιβλεπουσιν εν παση τη γη κατισχυσαι εν παση καρδια πληρει προς αυτον ηγνοηκας επι τουτω απο του νυν εσται μετα σου πολεμος

16:10 και εθυμωθη ασα τω προφητη και παρεθετο αυτον εις φυλακην οτι ωργισθη επι τουτω και ελυμηνατο ασα εν τω λαω εν τω καιρω εκεινω

16:11 και ιδου οι λογοι ασα οι πρωτοι και οι εσχατοι γεγραμμενοι εν βιβλιω βασιλεων ιουδα και ισραηλ

16:12 και εμαλακισθη ασα εν τω ενατω και τριακοστω ετει της βασιλειας αυτου τους ποδας εως σφοδρα εμαλακισθη και εν τη μαλακια αυτου ουκ εζητησεν κυριον αλλα τους ιατρους

16:13 και εκοιμηθη ασα μετα των πατερων αυτου και ετελευτησεν εν τω ενατω και τριακοστω ετει της βασιλειας αυτου

16:14 και εθαψαν αυτον εν τω μνηματι ω ωρυξεν εαυτω εν πολει δαυιδ και εκοιμισαν αυτον επι της κλινης και επλησαν αρωματων και γενη μυρων μυρεψων και εποιησαν αυτω εκφοραν μεγαλην εως σφοδρα

 

Created with FREE HTMLCompiler by BibleDatabase