HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

20:1 και μετα ταυτα ηλθον οι υιοι μωαβ και οι υιοι αμμων και μετ' αυτων εκ των μιναιων προς ιωσαφατ εις πολεμον

20:2 και ηλθον και υπεδειξαν τω ιωσαφατ λεγοντες ηκει επι σε πληθος πολυ εκ περαν της θαλασσης απο συριας και ιδου εισιν εν ασασανθαμαρ αυτη εστιν ενγαδδι

20:3 και εφοβηθη και εδωκεν ιωσαφατ το προσωπον αυτου εκζητησαι τον κυριον και εκηρυξεν νηστειαν εν παντι ιουδα

20:4 και συνηχθη ιουδας εκζητησαι τον κυριον και απο πασων των πολεων ιουδα ηλθον ζητησαι τον κυριον

20:5 και ανεστη ιωσαφατ εν εκκλησια ιουδα εν ιερουσαλημ εν οικω κυριου κατα προσωπον της αυλης της καινης

20:6 και ειπεν κυριε ο θεος των πατερων ημων ουχι συ ει θεος εν ουρανω και συ κυριευεις πασων των βασιλειων των εθνων και εν τη χειρι σου ισχυς δυναστειας και ουκ εστιν προς σε αντιστηναι

20:7 ουχι συ ει ο κυριος ο εξολεθρευσας τους κατοικουντας την γην ταυτην απο προσωπου του λαου σου ισραηλ και εδωκας αυτην σπερματι αβρααμ τω ηγαπημενω σου εις τον αιωνα

20:8 και κατωκησαν εν αυτη και ωκοδομησαν εν αυτη αγιασμα τω ονοματι σου λεγοντες

20:9 εαν επελθη εφ' ημας κακα ρομφαια κρισις θανατος λιμος στησομεθα εναντιον του οικου τουτου και εναντιον σου οτι το ονομα σου επι τω οικω τουτω και βοησομεθα προς σε απο της θλιψεως και ακουση και σωσεις

20:10 και νυν ιδου υιοι αμμων και μωαβ και ορος σηιρ εις ους ουκ εδωκας τω ισραηλ διελθειν δι' αυτων εξελθοντων αυτων εκ γης αιγυπτου οτι εξεκλιναν απ' αυτων και ουκ εξωλεθρευσαν αυτους

20:11 και νυν ιδου αυτοι επιχειρουσιν εφ' ημας εξελθειν εκβαλειν ημας απο της κληρονομιας ημων ης εδωκας ημιν

20:12 κυριε ο θεος ημων ου κρινεις εν αυτοις οτι ουκ εστιν ημιν ισχυς του αντιστηναι προς το πληθος το πολυ τουτο το ελθον εφ' ημας και ουκ οιδαμεν τι ποιησωμεν αυτοις αλλ' η επι σοι οι οφθαλμοι ημων

20:13 και πας ιουδας εστηκως εναντι κυριου και τα παιδια αυτων και αι γυναικες

20:14 και τω οζιηλ τω του ζαχαριου των υιων βαναιου των υιων ελεηλ του μανθανιου του λευιτου απο των υιων ασαφ εγενετο επ' αυτον πνευμα κυριου εν τη εκκλησια

20:15 και ειπεν ακουσατε πας ιουδα και οι κατοικουντες ιερουσαλημ και ο βασιλευς ιωσαφατ ταδε λεγει κυριος υμιν αυτοις μη φοβεισθε μηδε πτοηθητε απο προσωπου του οχλου του πολλου τουτου οτι ουχ υμιν εστιν η παραταξις αλλ' η τω θεω

20:16 αυριον καταβητε επ' αυτους ιδου αναβαινουσιν κατα την αναβασιν ασας και ευρησετε αυτους επ' ακρου ποταμου της ερημου ιεριηλ

20:17 ουχ υμιν εστιν πολεμησαι ταυτα συνετε και ιδετε την σωτηριαν κυριου μεθ' υμων ιουδα και ιερουσαλημ μη φοβεισθε μηδε πτοηθητε αυριον εξελθειν εις απαντησιν αυτοις και κυριος μεθ' υμων

20:18 και κυψας ιωσαφατ επι προσωπον αυτου και πας ιουδα και οι κατοικουντες ιερουσαλημ επεσαν εναντι κυριου προσκυνησαι κυριω

20:19 και ανεστησαν οι λευιται απο των υιων κααθ και απο των υιων κορε αινειν κυριω θεω ισραηλ εν φωνη μεγαλη εις υψος

20:20 και ωρθρισαν πρωι και εξηλθον εις την ερημον θεκωε και εν τω εξελθειν εστη ιωσαφατ και εβοησεν και ειπεν ακουσατε μου ιουδα και οι κατοικουντες εν ιερουσαλημ εμπιστευσατε εν κυριω θεω υμων και εμπιστευθησεσθε εμπιστευσατε εν προφητη αυτου και ευοδωθησεσθε

20:21 και εβουλευσατο μετα του λαου και εστησεν ψαλτωδους και αινουντας εξομολογεισθαι και αινειν τα αγια εν τω εξελθειν εμπροσθεν της δυναμεως και ελεγον εξομολογεισθε τω κυριω οτι εις τον αιωνα το ελεος αυτου

20:22 και εν τω αρξασθαι της αινεσεως αυτου της εξομολογησεως εδωκεν κυριος πολεμειν τους υιους αμμων επι μωαβ και ορος σηιρ τους εξελθοντας επι ιουδαν και ετροπωθησαν

20:23 και ανεστησαν οι υιοι αμμων και μωαβ επι τους κατοικουντας ορος σηιρ εξολεθρευσαι και εκτριψαι και ως συνετελεσαν τους κατοικουντας σηιρ ανεστησαν εις αλληλους του εξολεθρευθηναι

20:24 και ιουδας ηλθεν επι την σκοπιαν της ερημου και επεβλεψεν και ειδεν το πληθος και ιδου παντες νεκροι πεπτωκοτες επι της γης ουκ ην σωζομενος

20:25 και ηλθεν ιωσαφατ και ο λαος αυτου σκυλευσαι τα σκυλα αυτων και ευρον κτηνη πολλα και αποσκευην και σκυλα και σκευη επιθυμητα και εσκυλευσαν εαυτοις και εγενοντο ημεραι τρεις σκυλευοντων αυτων τα σκυλα οτι πολλα ην

20:26 και τη ημερα τη τεταρτη επισυνηχθησαν εις τον αυλωνα της ευλογιας εκει γαρ ηυλογησαν τον κυριον δια τουτο εκαλεσαν το ονομα του τοπου εκεινου κοιλας ευλογιας εως της ημερας ταυτης

20:27 και επεστρεψεν πας ανηρ ιουδα εις ιερουσαλημ και ιωσαφατ ηγουμενος αυτων εν ευφροσυνη μεγαλη οτι ευφρανεν αυτους κυριος απο των εχθρων αυτων

20:28 και εισηλθον εις ιερουσαλημ εν ναβλαις και εν κινυραις και εν σαλπιγξιν εις οικον κυριου

20:29 και εγενετο εκστασις κυριου επι πασας τας βασιλειας της γης εν τω ακουσαι αυτους οτι επολεμησεν κυριος προς τους υπεναντιους ισραηλ

20:30 και ειρηνευσεν η βασιλεια ιωσαφατ και κατεπαυσεν αυτω ο θεος αυτου κυκλοθεν

20:31 και εβασιλευσεν ιωσαφατ επι τον ιουδαν ετων τριακοντα πεντε εν τω βασιλευσαι αυτον και εικοσι πεντε ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αζουβα θυγατηρ σαλι

20:32 και επορευθη εν ταις οδοις του πατρος αυτου ασα και ουκ εξεκλινεν του ποιησαι το ευθες ενωπιον κυριου

20:33 αλλα τα υψηλα ετι υπηρχεν και ετι ο λαος ου κατευθυνεν την καρδιαν προς κυριον θεον των πατερων αυτων

20:34 και οι λοιποι λογοι ιωσαφατ οι πρωτοι και οι εσχατοι ιδου γεγραμμενοι εν λογοις ιου του ανανι ος κατεγραψεν βιβλιον βασιλεων ισραηλ

20:35 και μετα ταυτα εκοινωνησεν ιωσαφατ βασιλευς ιουδα προς οχοζιαν βασιλεα ισραηλ και ουτος ηνομησεν

20:36 εν τω ποιησαι και πορευθηναι προς αυτον του ποιησαι πλοια του πορευθηναι εις θαρσις και εποιησεν πλοια εν γασιωνγαβερ

20:37 και επροφητευσεν ελιεζερ ο του δωδια απο μαρισης επι ιωσαφατ λεγων ως εφιλιασας τω οχοζια εθραυσεν κυριος το εργον σου και συνετριβη τα πλοια σου και ουκ εδυνασθη του πορευθηναι εις θαρσις

 

Created with FREE HTMLCompiler by BibleDatabase