HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

23:1 και εν τω ετει τω εβδομω εκραταιωσεν ιωδαε και ελαβεν τους εκατονταρχους τον αζαριαν υιον ιωραμ και τον ισμαηλ υιον ιωαναν και τον αζαριαν υιον ωβηδ και τον μαασαιαν υιον αδαια και τον ελισαφαν υιον ζαχαρια μετ' αυτου εις οικον

23:2 και εκυκλωσαν τον ιουδαν και συνηγαγον τους λευιτας εκ πασων των πολεων ιουδα και αρχοντας πατριων του ισραηλ και ηλθον εις ιερουσαλημ

23:3 και διεθεντο πασα εκκλησια ιουδα διαθηκην εν οικω του θεου μετα του βασιλεως και εδειξεν αυτοις τον υιον του βασιλεως και ειπεν αυτοις ιδου ο υιος του βασιλεως βασιλευσατω καθως ελαλησεν κυριος επι τον οικον δαυιδ

23:4 νυν ο λογος ουτος ον ποιησετε το τριτον εξ υμων εισπορευεσθωσαν το σαββατον των ιερεων και των λευιτων και εις τας πυλας των εισοδων

23:5 και το τριτον εν οικω του βασιλεως και το τριτον εν τη πυλη τη μεση και πας ο λαος εν αυλαις οικου κυριου

23:6 και μη εισελθετω εις οικον κυριου εαν μη οι ιερεις και οι λευιται και οι λειτουργουντες των λευιτων αυτοι εισελευσονται οτι αγιοι εισιν και πας ο λαος φυλασσετω φυλακας κυριου

23:7 και κυκλωσουσιν οι λευιται τον βασιλεα κυκλω ανδρος σκευος εν χειρι αυτου και ο εισπορευομενος εις τον οικον αποθανειται και εσονται μετα του βασιλεως εισπορευομενου και εκπορευομενου

23:8 και εποιησαν οι λευιται και πας ιουδα κατα παντα οσα ενετειλατο ιωδαε ο ιερευς και ελαβον εκαστος τους ανδρας αυτου απ' αρχης του σαββατου εως εξοδου του σαββατου οτι ου κατελυσεν ιωδαε τας εφημεριας

23:9 και εδωκεν τας μαχαιρας και τους θυρεους και τα οπλα α ην του βασιλεως δαυιδ εν οικω του θεου

23:10 και εστησεν παντα τον λαον εκαστον εν τοις οπλοις αυτου απο της ωμιας του οικου της δεξιας εως της ωμιας της αριστερας του θυσιαστηριου και του οικου επι τον βασιλεα κυκλω

23:11 και εξηγαγεν τον υιον του βασιλεως και εδωκεν επ' αυτον το βασιλειον και τα μαρτυρια και εβασιλευσαν και εχρισαν αυτον ιωδαε και οι υιοι αυτου και ειπαν ζητω ο βασιλευς

23:12 και ηκουσεν γοθολια την φωνην του λαου των τρεχοντων και εξομολογουμενων και αινουντων τον βασιλεα και εισηλθεν προς τον βασιλεα εις οικον κυριου

23:13 και ειδεν και ιδου ο βασιλευς επι της στασεως αυτου και επι της εισοδου οι αρχοντες και αι σαλπιγγες περι τον βασιλεα και πας ο λαος ηυφρανθη και εσαλπισαν εν ταις σαλπιγξιν και οι αδοντες εν τοις οργανοις ωδοι και υμνουντες αινον και διερρηξεν γοθολια την στολην αυτης και εβοησεν και ειπεν επιτιθεμενοι επιτιθεσθε

23:14 και εξηλθεν ιωδαε ο ιερευς και ενετειλατο ιωδαε ο ιερευς τοις εκατονταρχοις και τοις αρχηγοις της δυναμεως και ειπεν αυτοις εκβαλετε αυτην εκτος του οικου και εισελθατε οπισω αυτης και αποθανετω μαχαιρα οτι ειπεν ο ιερευς μη αποθανετω εν οικω κυριου

23:15 και εδωκαν αυτη ανεσιν και διηλθεν δια της πυλης των ιππεων του οικου του βασιλεως και εθανατωσαν αυτην εκει

23:16 και διεθετο ιωδαε διαθηκην ανα μεσον αυτου και του λαου και του βασιλεως ειναι λαον τω κυριω

23:17 και εισηλθεν πας ο λαος της γης εις οικον βααλ και κατεσπασαν αυτον και τα θυσιαστηρια και τα ειδωλα αυτου ελεπτυναν και τον ματθαν ιερεα της βααλ εθανατωσαν εναντιον των θυσιαστηριων αυτου

23:18 και ενεχειρησεν ιωδαε ο ιερευς τα εργα οικου κυριου δια χειρος ιερεων και λευιτων και ανεστησεν τας εφημεριας των ιερεων και των λευιτων ας διεστειλεν δαυιδ επι τον οικον κυριου και ανενεγκαι ολοκαυτωματα κυριω καθως γεγραπται εν νομω μωυση εν ευφροσυνη και εν ωδαις δια χειρος δαυιδ

23:19 και εστησαν οι πυλωροι επι τας πυλας οικου κυριου και ουκ εισελευσεται ακαθαρτος εις παν πραγμα

23:20 και ελαβεν τους πατριαρχας και τους δυνατους και τους αρχοντας του λαου και παντα τον λαον της γης και ανεβιβασαν τον βασιλεα εις οικον κυριου και εισηλθεν δια της πυλης της εσωτερας εις τον οικον του βασιλεως και εκαθισαν τον βασιλεα επι τον θρονον της βασιλειας

23:21 και ηυφρανθη πας ο λαος της γης και η πολις ησυχασεν και την γοθολιαν εθανατωσαν μαχαιρα

 

Created with FREE HTMLCompiler by BibleDatabase