HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

24:1 ων επτα ετων ιωας εν τω βασιλευσαι αυτον και τεσσαρακοντα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου σαβια εκ βηρσαβεε

24:2 και εποιησεν ιωας το ευθες ενωπιον κυριου πασας τας ημερας ιωδαε του ιερεως

24:3 και ελαβεν αυτω ιωδαε γυναικας δυο και εγεννησεν υιους και θυγατερας

24:4 και εγενετο μετα ταυτα και εγενετο επι καρδιαν ιωας επισκευασαι τον οικον κυριου

24:5 και συνηγαγεν τους ιερεις και τους λευιτας και ειπεν αυτοις εξελθατε εις τας πολεις ιουδα και συναγαγετε απο παντος ισραηλ αργυριον κατισχυσαι τον οικον κυριου ενιαυτον κατ' ενιαυτον και σπευσατε λαλησαι και ουκ εσπευσαν οι λευιται

24:6 και εκαλεσεν ο βασιλευς ιωας τον ιωδαε τον αρχοντα και ειπεν αυτω δια τι ουκ επεσκεψω περι των λευιτων του εισενεγκαι απο ιουδα και ιερουσαλημ το κεκριμενον υπο μωυση ανθρωπου του θεου οτε εξεκκλησιασεν τον ισραηλ εις την σκηνην του μαρτυριου

24:7 οτι γοθολια ην η ανομος και οι υιοι αυτης κατεσπασαν τον οικον του θεου και γαρ τα αγια οικου κυριου εποιησαν ταις βααλιμ

24:8 και ειπεν ο βασιλευς γενηθητω γλωσσοκομον και τεθητω εν πυλη οικου κυριου εξω

24:9 και κηρυξατωσαν εν ιουδα και εν ιερουσαλημ εισενεγκαι κυριω καθως ειπεν μωυσης παις του θεου επι τον ισραηλ εν τη ερημω

24:10 και εδωκαν παντες αρχοντες και πας ο λαος και εισεφερον και ενεβαλλον εις το γλωσσοκομον εως ου επληρωθη

24:11 και εγενετο ως εισεφερον το γλωσσοκομον προς τους προστατας του βασιλεως δια χειρος των λευιτων και ως ειδον οτι επλεονασεν το αργυριον και ηλθεν ο γραμματευς του βασιλεως και ο προστατης του ιερεως του μεγαλου και εξεκενωσαν το γλωσσοκομον και κατεστησαν εις τον τοπον αυτου ουτως εποιουν ημεραν εξ ημερας και συνηγαγον αργυριον πολυ

24:12 και εδωκεν αυτο ο βασιλευς και ιωδαε ο ιερευς τοις ποιουσιν τα εργα εις την εργασιαν οικου κυριου και εμισθουντο λατομους και τεκτονας επισκευασαι τον οικον κυριου και χαλκεις σιδηρου και χαλκου επισκευασαι τον οικον κυριου

24:13 και εποιουν οι ποιουντες τα εργα και ανεβη μηκος των εργων εν χερσιν αυτων και ανεστησαν τον οικον κυριου επι την στασιν αυτου και ενισχυσαν

24:14 και ως συνετελεσαν ηνεγκαν προς τον βασιλεα και προς ιωδαε το καταλοιπον του αργυριου και εποιησαν σκευη εις οικον κυριου σκευη λειτουργικα ολοκαυτωματων και θυισκας χρυσας και αργυρας και ανηνεγκαν ολοκαυτωσεις εν οικω κυριου δια παντος πασας τας ημερας ιωδαε

24:15 και εγηρασεν ιωδαε πληρης ημερων και ετελευτησεν ων εκατον και τριακοντα ετων εν τω τελευταν αυτον

24:16 και εθαψαν αυτον εν πολει δαυιδ μετα των βασιλεων οτι εποιησεν αγαθωσυνην μετα ισραηλ και μετα του θεου και του οικου αυτου

24:17 και εγενετο μετα την τελευτην ιωδαε εισηλθον οι αρχοντες ιουδα και προσεκυνησαν τον βασιλεα τοτε επηκουσεν αυτοις ο βασιλευς

24:18 και εγκατελιπον τον κυριον θεον των πατερων αυτων και εδουλευον ταις ασταρταις και τοις ειδωλοις και εγενετο οργη επι ιουδαν και επι ιερουσαλημ εν τη ημερα ταυτη

24:19 και απεστειλεν προς αυτους προφητας επιστρεψαι προς κυριον και ουκ ηκουσαν και διεμαρτυραντο αυτοις και ουκ ηκουσαν

24:20 και πνευμα θεου ενεδυσεν τον αζαριαν τον του ιωδαε τον ιερεα και ανεστη επανω του λαου και ειπεν ταδε λεγει κυριος τι παραπορευεσθε τας εντολας κυριου και ουκ ευοδωθησεσθε οτι εγκατελιπετε τον κυριον και εγκαταλειψει υμας

24:21 και επεθεντο αυτω και ελιθοβολησαν αυτον δι' εντολης ιωας του βασιλεως εν αυλη οικου κυριου

24:22 και ουκ εμνησθη ιωας του ελεους ου εποιησεν μετ' αυτου ιωδαε ο πατηρ αυτου και εθανατωσεν τον υιον αυτου και ως απεθνησκεν ειπεν ιδοι κυριος και κρινατω

24:23 και εγενετο μετα την συντελειαν του ενιαυτου ανεβη επ' αυτον δυναμις συριας και ηλθεν επι ιουδαν και επι ιερουσαλημ και κατεφθειραν παντας τους αρχοντας του λαου εν τω λαω και παντα τα σκυλα αυτων απεστειλαν τω βασιλει δαμασκου

24:24 οτι εν ολιγοις ανδρασιν παρεγενετο δυναμις συριας και ο θεος παρεδωκεν εις τας χειρας αυτων δυναμιν πολλην σφοδρα οτι εγκατελιπον κυριον θεον των πατερων αυτων και μετα ιωας εποιησεν κριματα

24:25 και μετα το απελθειν αυτους απ' αυτου εν τω εγκαταλιπειν αυτον εν μαλακιαις μεγαλαις και επεθεντο αυτω οι παιδες αυτου εν αιμασιν υιου ιωδαε του ιερεως και εθανατωσαν αυτον επι της κλινης αυτου και απεθανεν και εθαψαν αυτον εν πολει δαυιδ και ουκ εθαψαν αυτον εν τω ταφω των βασιλεων

24:26 και οι επιθεμενοι επ' αυτον ζαβεδ ο του σαμαθ ο αμμανιτης και ιωζαβεδ ο του σομαρωθ ο μωαβιτης

24:27 και οι υιοι αυτου παντες και προσηλθον αυτω οι πεντε και τα λοιπα ιδου γεγραμμενα επι την γραφην των βασιλεων και εβασιλευσεν αμασιας υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase