HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

25:1 ων πεντε και εικοσι ετων εβασιλευσεν αμασιας και εικοσι εννεα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου ιωαδεν απο ιερουσαλημ

25:2 και εποιησεν το ευθες ενωπιον κυριου αλλ' ουκ εν καρδια πληρει

25:3 και εγενετο ως κατεστη η βασιλεια εν χειρι αυτου και εθανατωσεν τους παιδας αυτου τους φονευσαντας τον βασιλεα πατερα αυτου

25:4 και τους υιους αυτων ουκ απεκτεινεν κατα την διαθηκην του νομου κυριου καθως γεγραπται ως ενετειλατο κυριος λεγων ουκ αποθανουνται πατερες υπερ τεκνων και υιοι ουκ αποθανουνται υπερ πατερων αλλ' η εκαστος τη εαυτου αμαρτια αποθανουνται

25:5 και συνηγαγεν αμασιας τον οικον ιουδα και ανεστησεν αυτους κατ' οικους πατριων αυτων εις χιλιαρχους και εκατονταρχους εν παντι ιουδα και ιερουσαλημ και ηριθμησεν αυτους απο εικοσαετους και επανω και ευρεν αυτους τριακοσιας χιλιαδας δυνατους εξελθειν εις πολεμον κρατουντας δορυ και θυρεον

25:6 και εμισθωσατο απο ισραηλ εκατον χιλιαδας δυνατους ισχυι εκατον ταλαντων αργυριου

25:7 και ανθρωπος του θεου ηλθεν προς αυτον λεγων βασιλευ ου πορευσεται μετα σου δυναμις ισραηλ οτι ουκ εστιν κυριος μετα ισραηλ παντων των υιων εφραιμ

25:8 οτι εαν υπολαβης κατισχυσαι εν τουτοις και τροπωσεται σε κυριος εναντιον των εχθρων οτι εστιν παρα κυριου και ισχυσαι και τροπωσασθαι

25:9 και ειπεν αμασιας τω ανθρωπω του θεου και τι ποιησω τα εκατον ταλαντα α εδωκα τη δυναμει ισραηλ και ειπεν ο ανθρωπος του θεου εστιν τω κυριω δουναι σοι πλειστα τουτων

25:10 και διεχωρισεν αμασιας τη δυναμει τη ελθουση προς αυτον απο εφραιμ απελθειν εις τον τοπον αυτων και εθυμωθησαν σφοδρα επι ιουδαν και επεστρεψαν εις τον τοπον αυτων εν οργη θυμου

25:11 και αμασιας κατισχυσεν και παρελαβεν τον λαον αυτου και επορευθη εις την κοιλαδα των αλων και επαταξεν εκει τους υιους σηιρ δεκα χιλιαδας

25:12 και δεκα χιλιαδας εζωγρησαν οι υιοι ιουδα και εφερον αυτους επι το ακρον του κρημνου και κατεκρημνιζον αυτους απο του ακρου του κρημνου και παντες διερρηγνυντο

25:13 και οι υιοι της δυναμεως ους απεστρεψεν αμασιας του μη πορευθηναι μετ' αυτου εις πολεμον και επεθεντο επι τας πολεις ιουδα απο σαμαρειας εως βαιθωρων και επαταξαν εν αυτοις τρεις χιλιαδας και εσκυλευσαν σκυλα πολλα

25:14 και εγενετο μετα το ελθειν αμασιαν παταξαντα την ιδουμαιαν και ηνεγκεν προς αυτους τους θεους υιων σηιρ και εστησεν αυτους εαυτω εις θεους και εναντιον αυτων προσεκυνει και αυτοις αυτος εθυεν

25:15 και εγενετο οργη κυριου επι αμασιαν και απεστειλεν αυτω προφητας και ειπαν αυτω τι εζητησας τους θεους του λαου οι ουκ εξειλαντο τον λαον αυτων εκ χειρος σου

25:16 και εγενετο εν τω λαλησαι αυτω και ειπεν αυτω μη συμβουλον του βασιλεως δεδωκα σε προσεχε μη μαστιγωθης και εσιωπησεν ο προφητης και ειπεν οτι γινωσκω οτι εβουλετο επι σοι του καταφθειραι σε οτι εποιησας τουτο και ουκ επηκουσας της συμβουλιας μου

25:17 και εβουλευσατο αμασιας και απεστειλεν προς ιωας υιον ιωαχαζ υιου ιου βασιλεα ισραηλ λεγων δευρο οφθωμεν προσωποις

25:18 και απεστειλεν ιωας βασιλευς ισραηλ προς αμασιαν βασιλεα ιουδα λεγων ο αχουχ ο εν τω λιβανω απεστειλεν προς την κεδρον την εν τω λιβανω λεγων δος την θυγατερα σου τω υιω μου εις γυναικα και ιδου ελευσεται τα θηρια του αγρου τα εν τω λιβανω και ηλθαν τα θηρια και κατεπατησαν τον αχουχ

25:19 ειπας ιδου επαταξας την ιδουμαιαν και επαιρει σε η καρδια η βαρεια νυν καθησο εν οικω σου και ινα τι συμβαλλεις εν κακια και πεση συ και ιουδας μετα σου

25:20 και ουκ ηκουσεν αμασιας οτι παρα κυριου εγενετο του παραδουναι αυτον εις χειρας οτι εξεζητησεν τους θεους των ιδουμαιων

25:21 και ανεβη ιωας βασιλευς ισραηλ και ωφθησαν αλληλοις αυτος και αμασιας βασιλευς ιουδα εν βαιθσαμυς η εστιν του ιουδα

25:22 και ετροπωθη ιουδας κατα προσωπον ισραηλ και εφυγεν εκαστος εις το σκηνωμα

25:23 και τον αμασιαν βασιλεα ιουδα τον του ιωας κατελαβεν ιωας βασιλευς ισραηλ εν βαιθσαμυς και εισηγαγεν αυτον εις ιερουσαλημ και κατεσπασεν απο του τειχους ιερουσαλημ απο πυλης εφραιμ εως πυλης γωνιας τετρακοσιους πηχεις

25:24 και παν το χρυσιον και το αργυριον και παντα τα σκευη τα ευρεθεντα εν οικω κυριου και παρα τω αβδεδομ και τους θησαυρους οικου του βασιλεως και τους υιους των συμμιξεων και επεστρεψεν εις σαμαρειαν

25:25 και εζησεν αμασιας ο του ιωας βασιλευς ιουδα μετα το αποθανειν ιωας τον του ιωαχαζ βασιλεα ισραηλ ετη δεκα πεντε

25:26 και οι λοιποι λογοι αμασιου οι πρωτοι και οι εσχατοι ουκ ιδου γεγραμμενοι επι βιβλιου βασιλεων ιουδα και ισραηλ

25:27 και εν τω καιρω ω απεστη αμασιας απο κυριου και επεθεντο αυτω επιθεσιν και εφυγεν απο ιερουσαλημ εις λαχις και απεστειλαν κατοπισθεν αυτου εις λαχις και εθανατωσαν αυτον εκει

25:28 και ανελαβον αυτον επι των ιππων και εθαψαν αυτον μετα των πατερων αυτου εν πολει δαυιδ

 

Created with FREE HTMLCompiler by BibleDatabase