HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

26:1 και ελαβεν πας ο λαος της γης τον οζιαν και αυτος δεκα και εξ ετων και εβασιλευσαν αυτον αντι του πατρος αυτου αμασιου

26:2 αυτος ωκοδομησεν την αιλαθ αυτος επεστρεψεν αυτην τω ιουδα μετα το κοιμηθηναι τον βασιλεα μετα των πατερων αυτου

26:3 υιος δεκα εξ ετων εβασιλευσεν οζιας και πεντηκοντα και δυο ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου χαλια απο ιερουσαλημ

26:4 και εποιησεν το ευθες ενωπιον κυριου κατα παντα οσα εποιησεν αμασιας ο πατηρ αυτου

26:5 και ην εκζητων τον κυριον εν ταις ημεραις ζαχαριου του συνιοντος εν φοβω κυριου και εν ταις ημεραις αυτου εζητησεν τον κυριον και ευοδωσεν αυτω κυριος

26:6 και εξηλθεν και επολεμησεν προς τους αλλοφυλους και κατεσπασεν τα τειχη γεθ και τα τειχη ιαβνη και τα τειχη αζωτου και ωκοδομησεν πολεις αζωτου και εν τοις αλλοφυλοις

26:7 και κατισχυσεν αυτον κυριος επι τους αλλοφυλους και επι τους αραβας τους κατοικουντας επι της πετρας και επι τους μιναιους

26:8 και εδωκαν οι μιναιοι δωρα τω οζια και ην το ονομα αυτου εως εισοδου αιγυπτου οτι κατισχυσεν εως ανω

26:9 και ωκοδομησεν οζιας πυργους εν ιερουσαλημ και επι την πυλην της γωνιας και επι την πυλην της φαραγγος και επι των γωνιων και κατισχυσεν

26:10 και ωκοδομησεν πυργους εν τη ερημω και ελατομησεν λακκους πολλους οτι κτηνη πολλα υπηρχεν αυτω εν σεφηλα και εν τη πεδινη και αμπελουργοι εν τη ορεινη και εν τω καρμηλω οτι φιλογεωργος ην

26:11 και εγενετο τω οζια δυναμεις ποιουσαι πολεμον και εκπορευομεναι εις παραταξιν εις αριθμον και ο αριθμος αυτων δια χειρος ιιηλ του γραμματεως και μαασαιου του κριτου δια χειρος ανανιου του διαδοχου του βασιλεως

26:12 πας ο αριθμος των πατριαρχων των δυνατων εις πολεμον δισχιλιοι εξακοσιοι

26:13 και μετ' αυτων δυναμις πολεμικη τριακοσιαι χιλιαδες και επτακισχιλιοι πεντακοσιοι ουτοι οι ποιουντες πολεμον εν δυναμει ισχυος βοηθησαι τω βασιλει επι τους υπεναντιους

26:14 και ητοιμαζεν αυτοις οζιας παση τη δυναμει θυρεους και δορατα και περικεφαλαιας και θωρακας και τοξα και σφενδονας εις λιθους

26:15 και εποιησεν εν ιερουσαλημ μηχανας μεμηχανευμενας λογιστου του ειναι επι των πυργων και επι των γωνιων βαλλειν βελεσιν και λιθοις μεγαλοις και ηκουσθη η κατασκευη αυτων εως πορρω οτι εθαυμαστωθη του βοηθηθηναι εως ου κατισχυσεν

26:16 και ως κατισχυσεν υψωθη η καρδια αυτου του καταφθειραι και ηδικησεν εν κυριω θεω αυτου και εισηλθεν εις τον ναον κυριου θυμιασαι επι το θυσιαστηριον των θυμιαματων

26:17 και εισηλθεν οπισω αυτου αζαριας ο ιερευς και μετ' αυτου ιερεις του κυριου ογδοηκοντα υιοι δυνατοι

26:18 και εστησαν επι οζιαν τον βασιλεα και ειπαν αυτω ου σοι οζια θυμιασαι τω κυριω αλλ' η τοις ιερευσιν υιοις ααρων τοις ηγιασμενοις θυμιασαι εξελθε εκ του αγιασματος οτι απεστης απο κυριου και ουκ εσται σοι τουτο εις δοξαν παρα κυριου θεου

26:19 και εθυμωθη οζιας και εν τη χειρι αυτου το θυμιατηριον του θυμιασαι εν τω ναω και εν τω θυμωθηναι αυτον προς τους ιερεις και η λεπρα ανετειλεν εν τω μετωπω αυτου εναντιον των ιερεων εν οικω κυριου επανω του θυσιαστηριου των θυμιαματων

26:20 και επεστρεψεν επ' αυτον ο ιερευς ο πρωτος και οι ιερεις και ιδου αυτος λεπρος εν τω μετωπω και κατεσπευσαν αυτον εκειθεν και γαρ αυτος εσπευσεν εξελθειν οτι ηλεγξεν αυτον κυριος

26:21 και ην οζιας ο βασιλευς λεπρος εως ημερας της τελευτης αυτου και εν οικω αφφουσωθ εκαθητο λεπρος οτι απεσχισθη απο οικου κυριου και ιωαθαμ ο υιος αυτου επι της βασιλειας αυτου κρινων τον λαον της γης

26:22 και οι λοιποι λογοι οζιου οι πρωτοι και οι εσχατοι γεγραμμενοι υπο ιεσσιου του προφητου

26:23 και εκοιμηθη οζιας μετα των πατερων αυτου και εθαψαν αυτον μετα των πατερων αυτου εν τω πεδιω της ταφης των βασιλεων οτι ειπαν οτι λεπρος εστιν και εβασιλευσεν ιωαθαμ υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase