HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 27

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

27:1 υιος εικοσι πεντε ετων ιωαθαμ εν τω βασιλευσαι αυτον και δεκα εξ ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου ιερουσα θυγατηρ σαδωκ

27:2 και εποιησεν το ευθες ενωπιον κυριου κατα παντα οσα εποιησεν οζιας ο πατηρ αυτου αλλ' ουκ εισηλθεν εις τον ναον κυριου και ετι ο λαος κατεφθειρετο

27:3 αυτος ωκοδομησεν την πυλην οικου κυριου την υψηλην και εν τειχει του οφλα ωκοδομησεν πολλα

27:4 και πολεις ωκοδομησεν εν ορει ιουδα και εν τοις δρυμοις και οικησεις και πυργους

27:5 αυτος εμαχεσατο προς βασιλεα υιων αμμων και κατισχυσεν επ' αυτον και εδιδουν αυτω οι υιοι αμμων κατ' ενιαυτον εκατον ταλαντα αργυριου και δεκα χιλιαδας κορων πυρου και κριθων δεκα χιλιαδας ταυτα εφερεν αυτω βασιλευς αμμων κατ' ενιαυτον εν τω πρωτω ετει και τω δευτερω και τω τριτω

27:6 και κατισχυσεν ιωαθαμ οτι ητοιμασεν τας οδους αυτου εναντι κυριου θεου αυτου

27:7 και οι λοιποι λογοι ιωαθαμ και ο πολεμος και αι πραξεις αυτου ιδου γεγραμμενοι επι βιβλιω βασιλεων ιουδα και ισραηλ

27:9 και εκοιμηθη ιωαθαμ μετα των πατερων αυτου και εταφη εν πολει δαυιδ και εβασιλευσεν αχαζ υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase