HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 28

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

28:1 υιος εικοσι ετων αχαζ εν τω βασιλευσαι αυτον και δεκα εξ ετη εβασιλευσεν εν ιερουσαλημ και ουκ εποιησεν το ευθες ενωπιον κυριου ως δαυιδ ο πατηρ αυτου

28:2 και επορευθη κατα τας οδους βασιλεων ισραηλ και γαρ γλυπτα εποιησεν τοις ειδωλοις αυτων

28:3 και εθυεν εν γαιβενενομ και διηγεν τα τεκνα αυτου δια πυρος κατα τα βδελυγματα των εθνων ων εξωλεθρευσεν κυριος απο προσωπου υιων ισραηλ

28:4 και εθυμια επι των υψηλων και επι των δωματων και υποκατω παντος ξυλου αλσωδους

28:5 και παρεδωκεν αυτον κυριος ο θεος αυτου δια χειρος βασιλεως συριας και επαταξεν εν αυτω και ηχμαλωτευσεν εξ αυτων αιχμαλωσιαν πολλην και ηγαγεν εις δαμασκον και γαρ εις τας χειρας βασιλεως ισραηλ παρεδωκεν αυτον και επαταξεν εν αυτω πληγην μεγαλην

28:6 και απεκτεινεν φακεε ο του ρομελια βασιλευς ισραηλ εν ιουδα εν μια ημερα εκατον εικοσι χιλιαδας ανδρων δυνατων ισχυι εν τω αυτους καταλιπειν τον κυριον θεον των πατερων αυτων

28:7 και απεκτεινεν εζεκρι ο δυνατος του εφραιμ τον μαασαιαν τον υιον του βασιλεως και τον εσδρικαμ ηγουμενον του οικου αυτου και τον ελκανα τον διαδοχον του βασιλεως

28:8 και ηχμαλωτισαν οι υιοι ισραηλ απο των αδελφων αυτων τριακοσιας χιλιαδας γυναικας υιους και θυγατερας και σκυλα πολλα εσκυλευσαν εξ αυτων και ηνεγκαν τα σκυλα εις σαμαρειαν

28:9 και εκει ην ο προφητης του κυριου ωδηδ ονομα αυτω και εξηλθεν εις απαντησιν της δυναμεως των ερχομενων εις σαμαρειαν και ειπεν αυτοις ιδου οργη κυριου θεου των πατερων υμων επι τον ιουδαν και παρεδωκεν αυτους εις τας χειρας υμων και απεκτεινατε εν αυτοις εν οργη εως των ουρανων εφθακεν

28:10 και νυν υιους ιουδα και ιερουσαλημ υμεις λεγετε κατακτησεσθαι εις δουλους και δουλας ουκ ιδου ειμι μεθ' υμων μαρτυρησαι κυριω θεω υμων

28:11 και νυν ακουσατε μου και αποστρεψατε την αιχμαλωσιαν ην ηχμαλωτευσατε των αδελφων υμων οτι οργη θυμου κυριου εφ' υμιν

28:12 και ανεστησαν αρχοντες απο των υιων εφραιμ ουδια ο του ιωανου και βαραχιας ο του μοσολαμωθ και εζεκιας ο του σελλημ και αμασιας ο του χοδλι επι τους ερχομενους απο του πολεμου

28:13 και ειπαν αυτοις ου μη εισαγαγητε την αιχμαλωσιαν ωδε προς ημας οτι εις το αμαρτανειν τω κυριω εφ' ημας υμεις λεγετε προσθειναι επι ταις αμαρτιαις ημων και επι την αγνοιαν οτι πολλη η αμαρτια ημων και οργη θυμου κυριου επι τον ισραηλ

28:14 και αφηκαν οι πολεμισται την αιχμαλωσιαν και τα σκυλα εναντιον των αρχοντων και πασης της εκκλησιας

28:15 και ανεστησαν ανδρες οι επεκληθησαν εν ονοματι και αντελαβοντο της αιχμαλωσιας και παντας τους γυμνους περιεβαλον απο των σκυλων και ενεδυσαν αυτους και υπεδησαν αυτους και εδωκαν φαγειν και αλειψασθαι και αντελαβοντο εν υποζυγιοις παντος ασθενουντος και κατεστησαν αυτους εις ιεριχω πολιν φοινικων προς τους αδελφους αυτων και επεστρεψαν εις σαμαρειαν

28:16 εν τω καιρω εκεινω απεστειλεν αχαζ προς βασιλεα ασσουρ βοηθησαι αυτω

28:17 και εν τουτω οτι ιδουμαιοι επεθεντο και επαταξαν εν ιουδα και ηχμαλωτισαν αιχμαλωσιαν

28:18 και οι αλλοφυλοι επεθεντο επι τας πολεις της πεδινης και απο λιβος του ιουδα και ελαβον την βαιθσαμυς και την αιλων και την γαδηρωθ και την σωχω και τας κωμας αυτης και την θαμνα και τας κωμας αυτης και την γαμζω και τας κωμας αυτης και κατωκησαν εκει

28:19 οτι εταπεινωσεν κυριος τον ιουδαν δι' αχαζ βασιλεα ιουδα οτι απεστη αποστασει απο κυριου

28:20 και ηλθεν επ' αυτον θαγλαθφελλασαρ βασιλευς ασσουρ και επαταξεν αυτον

28:21 και ελαβεν αχαζ τα εν οικω κυριου και τα εν οικω του βασιλεως και των αρχοντων και εδωκεν τω βασιλει ασσουρ και ουκ εις βοηθειαν αυτω

28:22 αλλ' η τω θλιβηναι αυτον και προσεθηκεν του αποστηναι απο κυριου και ειπεν ο βασιλευς

28:23 εκζητησω τους θεους δαμασκου τους τυπτοντας με και ειπεν οτι θεοι βασιλεως συριας αυτοι κατισχυσουσιν αυτους αυτοις τοινυν θυσω και αντιλημψονται μου και αυτοι εγενοντο αυτω εις σκωλον και παντι ισραηλ

28:24 και απεστησεν αχαζ τα σκευη οικου κυριου και κατεκοψεν αυτα και εκλεισεν τας θυρας οικου κυριου και εποιησεν εαυτω θυσιαστηρια εν παση γωνια εν ιερουσαλημ

28:25 και εν παση πολει και πολει εν ιουδα εποιησεν υψηλα θυμιαν θεοις αλλοτριοις και παρωργισαν κυριον τον θεον των πατερων αυτων

28:26 και οι λοιποι λογοι αυτου και αι πραξεις αυτου αι πρωται και αι εσχαται ιδου γεγραμμεναι επι βιβλιω βασιλεων ιουδα και ισραηλ

28:27 και εκοιμηθη αχαζ μετα των πατερων αυτου και εταφη εν πολει δαυιδ οτι ουκ εισηνεγκαν αυτον εις τους ταφους των βασιλεων ισραηλ και εβασιλευσεν εζεκιας υιος αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase