HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Chronicles 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

33:1 ων δεκα δυο ετων μανασσης εν τω βασιλευσαι αυτον και πεντηκοντα πεντε ετη εβασιλευσεν εν ιερουσαλημ

33:2 και εποιησεν το πονηρον εναντιον κυριου απο παντων των βδελυγματων των εθνων ους εξωλεθρευσεν κυριος απο προσωπου των υιων ισραηλ

33:3 και επεστρεψεν και ωκοδομησεν τα υψηλα α κατεσπασεν εζεκιας ο πατηρ αυτου και εστησεν στηλας ταις βααλιμ και εποιησεν αλση και προσεκυνησεν παση τη στρατια του ουρανου και εδουλευσεν αυτοις

33:4 και ωκοδομησεν θυσιαστηρια εν οικω κυριου ου ειπεν κυριος εν ιερουσαλημ εσται το ονομα μου εις τον αιωνα

33:5 και ωκοδομησεν θυσιαστηρια παση τη στρατια του ουρανου εν ταις δυσιν αυλαις οικου κυριου

33:6 και αυτος διηγαγεν τα τεκνα αυτου εν πυρι εν γαι-βαναι-εννομ και εκληδονιζετο και οιωνιζετο και εφαρμακευετο και εποιησεν εγγαστριμυθους και επαοιδους επληθυνεν του ποιησαι το πονηρον εναντιον κυριου του παροργισαι αυτον

33:7 και εθηκεν το γλυπτον και το χωνευτον εικονα ην εποιησεν εν οικω θεου ου ειπεν ο θεος προς δαυιδ και προς σαλωμων υιον αυτου εν τω οικω τουτω και ιερουσαλημ ην εξελεξαμην εκ πασων φυλων ισραηλ θησω το ονομα μου εις τον αιωνα

33:8 και ου προσθησω σαλευσαι τον ποδα ισραηλ απο της γης ης εδωκα τοις πατρασιν αυτων πλην εαν φυλασσωνται του ποιησαι παντα α ενετειλαμην αυτοις κατα παντα τον νομον και τα προσταγματα και τα κριματα εν χειρι μωυση

33:9 και επλανησεν μανασσης τον ιουδαν και τους κατοικουντας εν ιερουσαλημ του ποιησαι το πονηρον υπερ παντα τα εθνη α εξηρεν κυριος απο προσωπου υιων ισραηλ

33:10 και ελαλησεν κυριος επι μανασση και επι τον λαον αυτου και ουκ επηκουσαν

33:11 και ηγαγεν κυριος επ' αυτους τους αρχοντας της δυναμεως βασιλεως ασσουρ και κατελαβον τον μανασση εν δεσμοις και εδησαν αυτον εν πεδαις και ηγαγον εις βαβυλωνα

33:12 και ως εθλιβη εζητησεν το προσωπον κυριου του θεου αυτου και εταπεινωθη σφοδρα απο προσωπου θεου των πατερων αυτου

33:13 και προσηυξατο προς αυτον και επηκουσεν αυτου και επηκουσεν της βοης αυτου και επεστρεψεν αυτον εις ιερουσαλημ επι την βασιλειαν αυτου και εγνω μανασσης οτι κυριος αυτος εστιν ο θεος

33:14 και μετα ταυτα ωκοδομησεν τειχος εξω της πολεως δαυιδ απο λιβος κατα γιων εν τω χειμαρρω και εκπορευομενων την πυλην την κυκλοθεν και εις το οφλα και υψωσεν σφοδρα και κατεστησεν αρχοντας της δυναμεως εν πασαις ταις πολεσιν ταις τειχηρεσιν εν ιουδα

33:15 και περιειλεν τους θεους τους αλλοτριους και το γλυπτον εξ οικου κυριου και παντα τα θυσιαστηρια α ωκοδομησεν εν ορει οικου κυριου και εν ιερουσαλημ και εξω της πολεως

33:16 και κατωρθωσεν το θυσιαστηριον κυριου και εθυσιασεν επ' αυτο θυσιαν σωτηριου και αινεσεως και ειπεν τω ιουδα του δουλευειν κυριω θεω ισραηλ

33:17 πλην ο λαος ετι επι των υψηλων πλην κυριος ο θεος αυτων

33:18 και τα λοιπα των λογων μανασση και η προσευχη αυτου η προς τον θεον και λογοι των ορωντων λαλουντων προς αυτον επ' ονοματι κυριου θεου ισραηλ ιδου επι λογων

33:19 προσευχης αυτου και ως επηκουσεν αυτου και πασαι αι αμαρτιαι αυτου και αι αποστασεις αυτου και οι τοποι εφ' οις ωκοδομησεν τα υψηλα και εστησεν εκει αλση και γλυπτα προ του επιστρεψαι ιδου γεγραπται επι των λογων των ορωντων

33:20 και εκοιμηθη μανασσης μετα των πατερων αυτου και εθαψαν αυτον εν παραδεισω οικου αυτου και εβασιλευσεν αντ' αυτου αμων υιος αυτου

33:21 ων εικοσι και δυο ετων αμων εν τω βασιλευειν αυτον και δυο ετη εβασιλευσεν εν ιερουσαλημ

33:22 και εποιησεν το πονηρον ενωπιον κυριου ως εποιησεν μανασσης ο πατηρ αυτου και πασιν τοις ειδωλοις οις εποιησεν μανασσης ο πατηρ αυτου εθυεν αμων και εδουλευσεν αυτοις

33:23 και ουκ εταπεινωθη εναντιον κυριου ως εταπεινωθη μανασσης ο πατηρ αυτου οτι υιος αυτου αμων επληθυνεν πλημμελειαν

33:24 και επεθεντο αυτω οι παιδες αυτου και επαταξαν αυτον εν οικω αυτου

33:25 και επαταξεν ο λαος της γης τους επιθεμενους επι τον βασιλεα αμων και εβασιλευσεν ο λαος της γης τον ιωσιαν υιον αυτου αντ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase