HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezra 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9]

3:1 και βασιλευς δαρειος εποιησεν δοχην μεγαλην πασιν τοις υπ' αυτον και πασιν τοις οικογενεσιν αυτου και πασιν τοις μεγιστασιν της μηδιας και της περσιδος

3:2 και πασιν τοις σατραπαις και στρατηγοις και τοπαρχαις τοις υπ' αυτον απο της ινδικης μεχρι της αιθιοπιας εν ταις εκατον εικοσι επτα σατραπειαις

3:3 και εφαγοσαν και επιοσαν και εμπλησθεντες ανελυσαν ο δε δαρειος ο βασιλευς ανελυσεν εις τον κοιτωνα και εκοιμηθη και εξυπνος εγενετο

3:4 τοτε οι τρεις νεανισκοι οι σωματοφυλακες οι φυλασσοντες το σωμα του βασιλεως ειπαν ετερος προς τον ετερον

3:5 ειπωμεν εκαστος ημων ενα λογον ος υπερισχυσει και ου αν φανη το ρημα αυτου σοφωτερον του ετερου δωσει αυτω δαρειος ο βασιλευς δωρεας μεγαλας και επινικια μεγαλα

3:6 και πορφυραν περιβαλεσθαι και εν χρυσωμασιν πινειν και επι χρυσω καθευδειν και αρμα χρυσοχαλινον και κιδαριν βυσσινην και μανιακην περι τον τραχηλον

3:7 και δευτερος καθιειται δαρειου δια την σοφιαν αυτου και συγγενης δαρειου κληθησεται

3:8 και τοτε γραψαντες εκαστος τον εαυτου λογον εσφραγισαντο και εθηκαν υπο το προσκεφαλαιον δαρειου του βασιλεως και ειπαν

3:9 οταν εγερθη ο βασιλευς δωσουσιν αυτω το γραμμα και ον αν κρινη ο βασιλευς και οι τρεις μεγιστανες της περσιδος οτι ο λογος αυτου σοφωτερος αυτω δοθησεται το νικος καθως γεγραπται

3:10 ο εις εγραψεν υπερισχυει ο οινος

3:11 ο ετερος εγραψεν υπερισχυει ο βασιλευς

3:12 ο τριτος εγραψεν υπερισχυουσιν αι γυναικες υπερ δε παντα νικα η αληθεια

3:13 και οτε εξηγερθη ο βασιλευς λαβοντες το γραμμα εδωκαν αυτω και ανεγνω

3:14 και εξαποστειλας εκαλεσεν παντας τους μεγιστανας της περσιδος και της μηδιας και σατραπας και στρατηγους και τοπαρχας και υπατους και εκαθισεν εν τω χρηματιστηριω και ανεγνωσθη το γραμμα ενωπιον αυτων

3:15 και ειπεν καλεσατε τους νεανισκους και αυτοι δηλωσουσιν τους λογους αυτων και εκληθησαν και εισηλθοσαν

3:16 και ειπαν αυτοις απαγγειλατε ημιν περι των γεγραμμενων

3:17 και ηρξατο ο πρωτος ο ειπας περι της ισχυος του οινου και εφη ουτως

3:18 ανδρες πως υπερισχυει ο οινος παντας τους ανθρωπους τους πινοντας αυτον πλανα την διανοιαν

3:19 του τε βασιλεως και του ορφανου ποιει την διανοιαν μιαν την τε του οικετου και την του ελευθερου την τε του πενητος και την του πλουσιου

3:20 και πασαν διανοιαν μεταστρεφει εις ευωχιαν και ευφροσυνην και ου μεμνηται πασαν λυπην και παν οφειλημα

3:21 και πασας καρδιας ποιει πλουσιας και ου μεμνηται βασιλεα ουδε σατραπην και παντα δια ταλαντων ποιει λαλειν

3:22 και ου μεμνηται οταν πινωσιν φιλιαζειν φιλοις και αδελφοις και μετ' ου πολυ σπωνται μαχαιρας

3:23 και οταν απο του οινου γενηθωσιν ου μεμνηται α επραξαν

3:24 ω ανδρες ουχ υπερισχυει ο οινος οτι ουτως αναγκαζει ποιειν και εσιγησεν ουτως ειπας

 

Created with FREE HTMLCompiler by BibleDatabase